8.62 κῆρυξ δ’ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν ,
8.63 τὸν πέρι μοῦσ’ ἐφίλησε , δίδου δ’ ἀγαθόν τε κακόν τε ·
8.64 ὀφθαλμῶν μὲν ἄμερσε , δίδου δ’ ἡδεῖαν ἀοιδήν .
8.65 τῷ δ’ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
8.66 μέσσῳ δαιτυμόνων , πρὸς κίονα μακρὸν ἐρείσας ·
8.67 κὰδ δ’ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
8.68 αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
8.69 κῆρυξ · πὰρ δ’ ἐτίθει κάνεον καλήν τε τράπεζαν ,
8.70 πὰρ δὲ δέπας οἴνοιο , πιεῖν ὅτε θυμὸς ἀνώγοι .
8.71 οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
8.72 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
8.73 μοῦσ’ ἄρ’ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν ,
8.74 οἴμης τῆς τότ’ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε ,
8.75 νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος ,
8.76 ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
8.77 ἐκπάγλοις ἐπέεσσιν , ἄναξ δ’ ἀνδρῶν Ἀγαμέμνων
8.78 χαῖρε νόῳ , τ’ ἄριστοι Ἀχαιῶν δηριόωντο .
8.79 ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
8.80 Πυθοῖ ἐν ἠγαθέῃ , ὅθ’ ὑπέρβη λάινον οὐδὸν
8.81 χρησόμενος · τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
8.82 Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς .
8.83 ταῦτ’ ἄρ’ ἀοιδὸς ἄειδε περικλυτός · αὐτὰρ Ὀδυσσεὺς
8.84 πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
8.85 κὰκ κεφαλῆς εἴρυσσε , κάλυψε δὲ καλὰ πρόσωπα ·
8.86 αἴδετο γὰρ Φαίηκας ὑπ’ ὀφρύσι δάκρυα λείβων .
8.87 τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός ,
8.88 δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
8.89 καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν ·
8.90 αὐτὰρ ὅτ’ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
8.91 Φαιήκων οἱ ἄριστοι , ἐπεὶ τέρποντ’ ἐπέεσσιν ,
8.92 ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν .