8.33 ἐνθάδ’ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς .
8.34 ἀλλ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
8.35 πρωτόπλοον , κούρω δὲ δύω καὶ πεντήκοντα
8.36 κρινάσθων κατὰ δῆμον , ὅσοι πάρος εἰσὶν ἄριστοι .
8.37 δησάμενοι δ’ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
8.38 ἔκβητ’ · αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
8.39 ἡμέτερόνδ’ ἐλθόντες · ἐγὼ δ’ ἐὺ πᾶσι παρέξω .
8.40 κούροισιν μὲν ταῦτ’ ἐπιτέλλομαι · αὐτὰρ οἱ ἄλλοι
8.41 σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
8.42 ἔρχεσθ’ , ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν ,
8.43 μηδέ τις ἀρνείσθω . καλέσασθε δὲ θεῖον ἀοιδὸν
8.44 Δημόδοκον · τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
8.45 τέρπειν , ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν .
8.46 ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δ’ ἅμ’ ἕποντο
8.47 σκηπτοῦχοι · κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν .
8.48 κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
8.49 βήτην , ὡς ἐκέλευσ’ , ἐπὶ θῖν’ ἁλὸς ἀτρυγέτοιο .
8.50 αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν ,
8.51 νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν ,
8.52 ἐν δ’ ἱστόν τ’ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ ,
8.53 ἠρτύναντο δ’ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι ,
8.54 πάντα κατὰ μοῖραν , ἀνά θ’ ἱστία λευκὰ πέτασσαν .
8.55 ὑψοῦ δ’ ἐν νοτίῳ τήν γ’ ὥρμισαν · αὐτὰρ ἔπειτα
8.56 βάν ῥ’ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα .
8.57 πλῆντο δ’ ἄρ’ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
8.58 ἀγρομένων · πολλοὶ δ’ ἄρ’ ἔσαν , νέοι ἠδὲ παλαιοί .
8.59 τοῖσιν δ’ Ἀλκίνοος δυοκαίδεκα μῆλ’ ἱέρευσεν ,
8.60 ὀκτὼ δ’ ἀργιόδοντας ὕας , δύο δ’ εἰλίποδας βοῦς ·
8.61 τοὺς δέρον ἀμφί θ’ ἕπον , τετύκοντό τε δαῖτ’ ἐρατεινήν .