5.29 Ἑρμεία , σὺ γὰρ αὖτε τά τ’ ἄλλα περ ἄγγελός ἐσσι ,
5.30 νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν ,
5.31 νόστον Ὀδυσσῆος ταλασίφρονος , ὥς κε νέηται
5.32 οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων ·
5.33 ἀλλ’ γ’ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
5.34 ἤματί κ’ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο ,
5.35 Φαιήκων ἐς γαῖαν , οἳ ἀγχίθεοι γεγάασιν ,
5.36 οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν ,
5.37 πέμψουσιν δ’ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν ,
5.38 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες ,
5.39 πόλλ’ , ὅσ’ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ’ Ὀδυσσεύς ,
5.40 εἴ περ ἀπήμων ἦλθε , λαχὼν ἀπὸ ληίδος αἶσαν .
5.41 ὣς γάρ οἱ μοῖρ’ ἐστὶ φίλους τ’ ἰδέειν καὶ ἱκέσθαι
5.42 οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν .
5.43 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε διάκτορος ἀργεϊφόντης .
5.44 αὐτίκ’ ἔπειθ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα ,
5.45 ἀμβρόσια χρύσεια , τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρὴν
5.46 ἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο .
5.47 εἵλετο δὲ ῥάβδον , τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει ,
5.48 ὧν ἐθέλει , τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει .
5.49 τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης .
5.50 Πιερίην δ’ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ ·
5.51 σεύατ’ ἔπειτ’ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς ,
5.52 ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
5.53 ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ ·
5.54 τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς .
5.55 ἀλλ’ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθ’ ἐοῦσαν ,
5.56 ἔνθ’ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
5.57 ἤιεν , ὄφρα μέγα σπέος ἵκετο , τῷ ἔνι νύμφη