5.1 Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο
5.2 ὤρνυθ’ , ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν ·
5.3 οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον , ἐν δ’ ἄρα τοῖσι
5.4 Ζεὺς ὑψιβρεμέτης , οὗ τε κράτος ἐστὶ μέγιστον .
5.5 τοῖσι δ’ Ἀθηναίη λέγε κήδεα πόλλ’ Ὀδυσῆος
5.6 μνησαμένη · μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης ·
5.7 Ζεῦ πάτερ ἠδ’ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες ,
5.8 μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
5.9 σκηπτοῦχος βασιλεύς , μηδὲ φρεσὶν αἴσιμα εἰδώς ,
5.10 ἀλλ’ αἰεὶ χαλεπός τ’ εἴη καὶ αἴσυλα ῥέζοι ·
5.11 ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
5.12 λαῶν οἷσιν ἄνασσε , πατὴρ δ’ ὣς ἤπιος ἦεν .
5.13 ἀλλ’ μὲν ἐν νήσῳ κεῖται κρατέρ’ ἄλγεα πάσχων
5.14 νύμφης ἐν μεγάροισι Καλυψοῦς , μιν ἀνάγκῃ
5.15 ἴσχει · δ’ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι ·
5.16 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι ,
5.17 οἵ κέν μιν πέμποιεν ἐπ’ εὐρέα νῶτα θαλάσσης .
5.18 νῦν αὖ παῖδ’ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
5.19 οἴκαδε νισόμενον · δ’ ἔβη μετὰ πατρὸς ἀκουὴν
5.20 ἐς Πύλον ἠγαθέην ἠδ’ ἐς Λακεδαίμονα δῖαν .
5.21 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
5.22 τέκνον ἐμόν , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων .
5.23 οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή ,
5.24 ὡς τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών ;
5.25 Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως , δύνασαι γάρ ,
5.26 ὥς κε μάλ’ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται ,
5.27 μνηστῆρες δ’ ἐν νηὶ · παλιμπετὲς ἀπονέωνται .
5.28 ῥα καὶ Ἑρμείαν , υἱὸν φίλον , ἀντίον ηὔδα ·