4.612 τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω · δύναμαι γάρ .
4.613 δώρων δ’ ὅσσ’ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται ,
4.614 δώσω κάλλιστον καὶ τιμηέστατόν ἐστιν ·
4.615 δώσω τοι κρητῆρα τετυγμένον · ἀργύρεος δὲ
4.616 ἔστιν ἅπας , χρυσῷ δ’ χείλεα κεκράανται ,
4.617 ἔργον δ’ Ἡφαίστοιο . πόρεν δέ Φαίδιμος ἥρως ,
4.618 Σιδονίων βασιλεύς , ὅθ’ ἑὸς δόμος ἀμφεκάλυψε
4.619 κεῖσέ με νοστήσαντα · τεῒν δ’ ἐθέλω τόδ’ ὀπάσσαι .
4.620 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
4.621 δαιτυμόνες δ’ ἐς δώματ’ ἴσαν θείου βασιλῆος .
4.622 οἱ δ’ ἦγον μὲν μῆλα , φέρον δ’ ἐυήνορα οἶνον ·
4.623 σῖτον δέ σφ’ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον .
4.624 ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο .
4.625 μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
4.626 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
4.627 ἐν τυκτῷ δαπέδῳ , ὅθι περ πάρος , ὕβριν ἔχοντες .
4.628 Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής ,
4.629 ἀρχοὶ μνηστήρων , ἀρετῇ δ’ ἔσαν ἔξοχ’ ἄριστοι .
4.630 τοῖς δ’ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
4.631 Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν ·
4.632 Ἀντίνο’ , ῥά τι ἴδμεν ἐνὶ φρεσίν , ἦε καὶ οὐκί ,
4.633 ὁππότε Τηλέμαχος νεῖτ’ ἐκ Πύλου ἠμαθόεντος ;
4.634 νῆά μοι οἴχετ’ ἄγων · ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
4.635 Ἤλιδ’ ἐς εὐρύχορον διαβήμεναι , ἔνθα μοι ἵπποι
4.636 δώδεκα θήλειαι , ὑπὸ δ’ ἡμίονοι ταλαεργοὶ
4.637 ἀδμῆτες · τῶν κέν τιν’ ἐλασσάμενος δαμασαίμην .
4.638 ὣς ἔφαθ’ , οἱ δ’ ἀνὰ θυμὸν ἐθάμβεον · οὐ γὰρ ἔφαντο
4.639 ἐς Πύλον οἴχεσθαι Νηλήιον , ἀλλά που αὐτοῦ
4.640 ἀγρῶν μήλοισι παρέμμεναι ἠὲ συβώτη .
4.641 τὸν δ’ αὖτ’ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός ·