4.585 ταῦτα τελευτήσας νεόμην , ἔδοσαν δέ μοι οὖρον
4.586 ἀθάνατοι , τοί μ’ ὦκα φίλην ἐς πατρίδ’ ἔπεμψαν .
4.587 ἀλλ’ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν ,
4.588 ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται ·
4.589 καὶ τότε σ’ εὖ πέμψω , δώσω δέ τοι ἀγλαὰ δῶρα ,
4.590 τρεῖς ἵππους καὶ δίφρον ἐύξοον · αὐτὰρ ἔπειτα
4.591 δώσω καλὸν ἄλεισον , ἵνα σπένδῃσθα θεοῖσιν
4.592 ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα .
4.593 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
4.594 Ἀτρεΐδη , μὴ δή με πολὺν χρόνον ἐνθάδ’ ἔρυκε .
4.595 καὶ γάρ κ’ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ’ ἀνεχοίμην
4.596 ἥμενος , οὐδέ κέ μ’ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων ·
4.597 αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
4.598 τέρπομαι . ἀλλ’ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
4.599 ἐν Πύλῳ ἠγαθέῃ · σὺ δέ με χρόνον ἐνθάδ’ ἐρύκεις .
4.600 δῶρον δ’ ὅττι κέ μοι δοίης , κειμήλιον ἔστω ·
4.601 ἵππους δ’ εἰς Ἰθάκην οὐκ ἄξομαι , ἀλλὰ σοὶ αὐτῷ
4.602 ἐνθάδε λείψω ἄγαλμα · σὺ γὰρ πεδίοιο ἀνάσσεις
4.603 εὐρέος , ἔνι μὲν λωτὸς πολύς , ἐν δὲ κύπειρον
4.604 πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲς κρῖ λευκόν .
4.605 ἐν δ’ Ἰθάκῃ οὔτ’ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών ·
4.606 αἰγίβοτος , καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο .
4.607 οὐ γάρ τις νήσων ἱππήλατος οὐδ’ ἐυλείμων ,
4.608 αἵ θ’ ἁλὶ κεκλίαται · Ἰθάκη δέ τε καὶ περὶ πασέων .
4.609 ὣς φάτο , μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος ,
4.610 χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·
4.611 αἵματός εἰς ἀγαθοῖο , φίλον τέκος , οἷ’ ἀγορεύεις ·