2.399 αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
2.400 ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων ,
2.401 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν ·
2.402 Τηλέμαχ’ , ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
2.403 ἥατ’ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν ·
2.404 ἀλλ’ ἴομεν , μὴ δηθὰ διατρίβωμεν ὁδοῖο .
2.405 ὣς ἄρα φωνήσασ’ ἡγήσατο Παλλὰς Ἀθήνη
2.406 καρπαλίμως · δ’ ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο .
2.407 αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν ,
2.408 εὗρον ἔπειτ’ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους .
2.409 τοῖσι δὲ καὶ μετέειφ’ ἱερὴ ἲς Τηλεμάχοιο ·
2.410 δεῦτε , φίλοι , ἤια φερώμεθα · πάντα γὰρ ἤδη
2.411 ἁθρό’ ἐνὶ μεγάρῳ . μήτηρ δ’ ἐμὴ οὔ τι πέπυσται ,
2.412 οὐδ’ ἄλλαι δμωαί , μία δ’ οἴη μῦθον ἄκουσεν .
2.413 ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δ’ ἅμ’ ἕποντο .
2.414 οἱ δ’ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
2.415 κάτθεσαν , ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός .
2.416 ἂν δ’ ἄρα Τηλέμαχος νηὸς βαῖν’ , ἦρχε δ’ Ἀθήνη ,
2.417 νηὶ δ’ ἐνὶ πρυμνῇ κατ’ ἄρ’ ἕζετο · ἄγχι δ’ ἄρ’ αὐτῆς
2.418 ἕζετο Τηλέμαχος . τοὶ δὲ πρυμνήσι’ ἔλυσαν ,
2.419 ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον .
2.420 τοῖσιν δ’ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη ,
2.421 ἀκραῆ Ζέφυρον , κελάδοντ’ ἐπὶ οἴνοπα πόντον .
2.422 Τηλέμαχος δ’ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
2.423 ὅπλων ἅπτεσθαι · τοὶ δ’ ὀτρύνοντος ἄκουσαν .
2.424 ἱστὸν δ’ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
2.425 στῆσαν ἀείραντες , κατὰ δὲ προτόνοισιν ἔδησαν ,
2.426 ἕλκον δ’ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν .
2.427 ἔπρησεν δ’ ἄνεμος μέσον ἱστίον , ἀμφὶ δὲ κῦμα
2.428 στείρῃ πορφύρεον μεγάλ’ ἴαχε νηὸς ἰούσης ·