2.1 ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
2.2 ὤρνυτ’ ἄρ’ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς
2.3 εἵματα ἑσσάμενος , περὶ δὲ ξίφος ὀξὺ θέτ’ ὤμῳ ,
2.4 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα ,
2.5 βῆ δ’ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην .
2.6 αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
2.7 κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς .
2.8 οἱ μὲν ἐκήρυσσον , τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα .
2.9 αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο ,
2.10 βῆ ῥ’ ἴμεν εἰς ἀγορήν , παλάμῃ δ’ ἔχε χάλκεον ἔγχος ,
2.11 οὐκ οἶος , ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο .
2.12 θεσπεσίην δ’ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη .
2.13 τὸν δ’ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο ·
2.14 ἕζετο δ’ ἐν πατρὸς θώκῳ , εἶξαν δὲ γέροντες .
2.15 τοῖσι δ’ ἔπειθ’ ἥρως Αἰγύπτιος ἦρχ’ ἀγορεύειν ,
2.16 ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη .
2.17 καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ’ ἀντιθέῳ Ὀδυσῆι
2.18 Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν ,
2.19 Ἄντιφος αἰχμητής · τὸν δ’ ἄγριος ἔκτανε Κύκλωψ
2.20 ἐν σπῆι γλαφυρῷ , πύματον δ’ ὡπλίσσατο δόρπον .
2.21 τρεῖς δέ οἱ ἄλλοι ἔσαν , καὶ μὲν μνηστῆρσιν ὁμίλει ,
2.22 Εὐρύνομος , δύο δ’ αἰὲν ἔχον πατρώια ἔργα .
2.23 ἀλλ’ οὐδ’ ὣς τοῦ λήθετ’ ὀδυρόμενος καὶ ἀχεύων .
2.24 τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε ·
2.25 κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι , ὅττι κεν εἴπω ·
2.26 οὔτε ποθ’ ἡμετέρη ἀγορὴ γένετ’ οὔτε θόωκος
2.27 ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί .
2.28 νῦν δὲ τίς ὧδ’ ἤγειρε ; τίνα χρειὼ τόσον ἵκει