19.530 ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων ,
19.531 γήμασθʹ οὔ μʹ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν ·
19.532 νῦν δʹ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει ,
19.533 καὶ δή μʹ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο ,
19.534 κτήσιος ἀσχαλόων , τήν οἱ κατέδουσιν Ἀχαιοί .
19.535 ἀλλʹ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον .
19.536 χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
19.537 ἐξ ὕδατος , καί τέ σφιν ἰαίνομαι εἰσορόωσα ·
19.538 ἐλθὼν δʹ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
19.539 πᾶσι κατʹ αὐχένας ἦξε καὶ ἔκτανεν · οἱ δʹ ἐκέχυντο
19.540 ἀθρόοι ἐν μεγάροις , δʹ ἐς αἰθέρα δῖαν ἀέρθη .
19.541 αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ ,
19.542 ἀμφὶ δʹ ἔμʹ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί ,
19.543 οἴκτρʹ ὀλοφυρομένην μοι αἰετὸς ἔκτανε χῆνας .
19.544 ἂψ δʹ ἐλθὼν κατʹ ἄρʹ ἕζετʹ ἐπὶ προὔχοντι μελάθρῳ ,
19.545 φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε ·
19.546 θάρσει , Ἰκαρίου κούρη τηλεκλειτοῖο ·
19.547 οὐκ ὄναρ , ἀλλʹ ὕπαρ ἐσθλόν , τοι τετελεσμένον ἔσται .
19.548 χῆνες μὲν μνηστῆρες , ἐγὼ δέ τοι αἰετὸς ὄρνις
19.549 ἦα πάρος , νῦν αὖτε τεὸς πόσις εἰλήλουθα ,
19.550 ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω .
19.551 ὣς ἔφατʹ , αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε ·
19.552 παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
19.553 πυρὸν ἐρεπτομένους παρὰ πύελον , ἧχι πάρος περ .
19.554 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
19.555 γύναι , οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
19.556 ἄλλῃ ἀποκλίναντʹ , ἐπεὶ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
19.557 πέφραδʹ ὅπως τελέει · μνηστῆρσι δὲ φαίνετʹ ὄλεθρος
19.558 πᾶσι μάλʹ , οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει .
19.559 τὸν δʹ