19.501 νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʹ ἑκάστην ·
19.502 ἀλλʹ ἔχε σιγῇ μῦθον , ἐπίτρεψον δὲ θεοῖσιν .
19.503 ὣς ἄρʹ ἔφη , γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
19.504 οἰσομένη ποδάνιπτρα · τὰ γὰρ πρότερʹ ἔκχυτο πάντα .
19.505 αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʹ ἐλαίῳ ,
19.506 αὖτις ἄρʹ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
19.507 θερσόμενος , οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε .
19.508 τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια ·
19.509 ξεῖνε , τὸ μέν σʹ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή ·
19.510 καὶ γὰρ δὴ κοίτοιο τάχʹ ἔσσεται ἡδέος ὥρη ,
19.511 ὅν τινά γʹ ὕπνος ἕλοι γλυκερός , καὶ κηδόμενόν περ .
19.512 αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων ·
19.513 ἤματα μὲν γὰρ τέρπομʹ ὀδυρομένη , γοόωσα ,
19.514 ἔς τʹ ἐμὰ ἔργʹ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ ·
19.515 αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ , ἕλῃσί τε κοῖτος ἅπαντας ,
19.516 κεῖμαι ἐνὶ λέκτρῳ , πυκιναὶ δέ μοι ἀμφʹ ἀδινὸν κῆρ
19.517 ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν .
19.518 ὡς δʹ ὅτε Πανδαρέου κούρη , χλωρηῒς ἀηδών ,
19.519 καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο ,
19.520 δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν ,
19.521 τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν ,
19.522 παῖδʹ ὀλοφυρομένη Ἴτυλον φίλον , ὅν ποτε χαλκῷ
19.523 κτεῖνε διʹ ἀφραδίας , κοῦρον Ζήθοιο ἄνακτος ,
19.524 ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα ,
19.525 ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω ,
19.526 κτῆσιν ἐμήν , δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα ,
19.527 εὐνήν τʹ αἰδομένη πόσιος δήμοιό τε φῆμιν ,
19.528 ἤδη ἅμʹ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
19.529 μνᾶται ἐνὶ μεγάροισι , πορὼν ἀπερείσια ἕδνα .
19.530 παῖς δʹ ἐμὸς