17.530 δʹ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων .
17.531 αὐτοῦ κατὰ δώματʹ , ἐπεί σφισι θυμὸς ἐΰφρων .
17.532 αὐτῶν μὲν γὰρ κτήματʹ ἀκήρατα κεῖτʹ ἐνὶ οἴκῳ ,
17.533 σῖτος καὶ μέθυ ἡδύ · τὰ μὲν οἰκῆες ἔδουσιν ,
17.534 οἱ δʹ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα ,
17.535 βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας ,
17.536 εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον ,
17.537 μαψιδίως · τὰ δὲ πολλὰ κατάνεται . οὐ γὰρ ἔπʹ ἀνήρ ,
17.538 οἷος Ὀδυσσεὺς ἔσκεν , ἀρὴν ἀπὸ οἴκου ἀμῦναι .
17.539 εἰ δʹ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʹ ἐς πατρίδα γαῖαν ,
17.540 αἶψά κε σὺν παιδὶ βίας ἀποτίσεται ἀνδρῶν .
17.541 ὣς φάτο , Τηλέμαχος δὲ μέγʹ ἔπταρεν , ἀμφὶ δὲ δῶμα
17.542 σμερδαλέον κονάβησε · γέλασσε δὲ Πηνελόπεια ,
17.543 αἶψα δʹ ἄρʹ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα ·
17.544 ἔρχεό μοι , τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον .
17.545 οὐχ ὁράᾳς μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι ;
17.546 τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
17.547 πᾶσι μάλʹ , οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει .
17.548 ἄλλο δέ τοι ἐρέω , σὺ δʹ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
17.549 αἴ κʹ αὐτὸν γνώω νημερτέα πάντʹ ἐνέποντα ,
17.550 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά .
17.551 ὣς φάτο , βῆ δὲ συφορβός , ἐπεὶ τὸν μῦθον ἄκουσεν ·
17.552 ἀγχοῦ δʹ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα ·
17.553 ξεῖνε πάτερ , καλέει σε περίφρων Πηνελόπεια ,
17.554 μήτηρ Τηλεμάχοιο · μεταλλῆσαί τί θυμὸς
17.555 ἀμφὶ πόσει κέλεται , καὶ κήδεά περ πεπαθυίῃ .
17.556 εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʹ ἐνέποντα ,
17.557 ἕσσει σε χλαῖνάν τε χιτῶνά τε , τῶν