15.331 εἱμένοι ἠδὲ χιτῶνας ,
15.332 αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα ,
15.333 οἵ σφιν ὑποδρώωσιν · ἐΰξεστοι δὲ τράπεζαι
15.334 σίτου καὶ κρειῶν ἠδʹ οἴνου βεβρίθασιν .
15.335 ἀλλὰ μένʹ · οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι ,
15.336 οὔτʹ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων , οἵ μοι ἔασιν .
15.337 αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός ,
15.338 κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει ,
15.339 πέμψει δʹ ὅππη σε κραδίη θυμός τε κελεύει .
15.340 τὸν δʹ ἠμείβετʹ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς ·
15.341 αἴθʹ οὕτως , Εὔμαιε , φίλος Διὶ πατρὶ γένοιο
15.342 ὡς ἐμοί , ὅττι μʹ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς .
15.343 πλαγκτοσύνης δʹ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν ·
15.344 ἀλλʹ ἕνεκʹ οὐλομένης γαστρὸς κακὰ κήδεʹ ἔχουσιν
15.345 ἀνέρες , ὅν τινʹ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος .
15.346 νῦν δʹ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας ,
15.347 εἴπʹ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
15.348 πατρός θʹ , ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ ,
15.349 που ἔτι ζώουσιν ὑπʹ αὐγὰς ἠελίοιο ,
15.350 ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι .
15.351 τὸν δʹ αὖτε προσέειπε συβώτης , ὄρχαμος ἀνδρὼν ·
15.352 τοιγὰρ ἐγώ τοι , ξεῖνε , μάλʹ ἀτρεκέως ἀγορεύσω .
15.353 Λαέρτης μὲν ἔτι ζώει , Διὶ δʹ εὔχεται αἰεὶ
15.354 θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν ·
15.355 ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
15.356 κουριδίης τʹ ἀλόχοιο δαΐφρονος , μάλιστα
15.357 ἤκαχʹ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν .
15.358 δʹ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο ,
15.359 λευγαλέῳ θανάτῳ , ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
15.360 ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα