11.302 πρὸς Ζηνὸς ἔχοντες
11.303 ἄλλοτε μὲν ζώουσʹ ἑτερήμεροι , ἄλλοτε δʹ αὖτε
11.304 τεθνᾶσιν · τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι .
11.305 τὴν δὲ μετʹ Ἰφιμέδειαν , Ἀλωῆος παράκοιτιν
11.306 εἴσιδον , δὴ φάσκε Ποσειδάωνι μιγῆναι ,
11.307 καί ῥʹ ἔτεκεν δύο παῖδε , μινυνθαδίω δʹ ἐγενέσθην ,
11.308 Ὦτόν τʹ ἀντίθεον τηλεκλειτόν τʹ Ἐφιάλτην ,
11.309 οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
11.310 καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα ·
11.311 ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
11.312 εὖρος , ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι .
11.313 οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
11.314 φυλόπιδα στήσειν πολυάικος πολέμοιο .
11.315 Ὄσσαν ἐπʹ Οὐλύμπῳ μέμασαν θέμεν , αὐτὰρ ἐπʹ Ὄσσῃ
11.316 Πήλιον εἰνοσίφυλλον , ἵνʹ οὐρανὸς ἀμβατὸς εἴη .
11.317 καί νύ κεν ἐξετέλεσσαν , εἰ ἥβης μέτρον ἵκοντο ·
11.318 ἀλλʹ ὄλεσεν Διὸς υἱός , ὃν ἠύκομος τέκε Λητώ ,
11.319 ἀμφοτέρω , πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
11.320 ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ .
11.321 Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʹ Ἀριάδνην ,
11.322 κούρην Μίνωος ὀλοόφρονος , ἥν ποτε Θησεὺς
11.323 ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
11.324 ἦγε μέν , οὐδʹ ἀπόνητο · πάρος δέ μιν Ἄρτεμις ἔκτα
11.325 Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν .
11.326 Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʹ Ἐριφύλην ,
11.327 χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα .
11.328 πάσας δʹ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʹ ὀνομήνω ,
11.329 ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας ·
11.330 πρὶν γάρ κεν καὶ νὺξ φθῖτʹ ἄμβροτος . ἀλλὰ καὶ ὥρη
11.331 εὕδειν , ἐπὶ νῆα θοὴν ἐλθόντʹ ἐς ἑταίρους
11.332 αὐτοῦ · πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει .
11.333 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα