10.471 τότε μʹ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι ·
10.472 δαιμόνιʹ , ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης ,
10.473 εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
10.474 οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν .
10.475 ὣς ἔφαν , αὐτὰρ ἐμοί γʹ ἐπεπείθετο θυμὸς ἀγήνωρ .
10.476 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
10.477 ἥμεθα , δαινύμενοι κρέα τʹ ἄσπετα καὶ μέθυ ἡδύ ·
10.478 ἦμος δʹ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν ,
10.479 οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα .
10.480 αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
10.481 γούνων ἐλλιτάνευσα , θεὰ δέ μευ ἔκλυεν αὐδῆς ·
10.482 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·
10.483 Κίρκη , τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης ,
10.484 οἴκαδε πεμψέμεναι · θυμὸς δέ μοι ἔσσυται ἤδη ,
10.485 ἠδʹ ἄλλων ἑτάρων , οἵ μευ φθινύθουσι φίλον κῆρ
10.486 ἀμφʹ ἔμʹ ὀδυρόμενοι , ὅτε που σύ γε νόσφι γένηαι .
10.487 ὣς ἐφάμην , δʹ αὐτίκʹ ἀμείβετο δῖα θεάων ·
10.488 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ ,
10.489 μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ .
10.490 ἀλλʹ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
10.491 εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης ,
10.492 ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο ,
10.493 μάντηος ἀλαοῦ , τοῦ τε φρένες ἔμπεδοί εἰσι ·
10.494 τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια ,
10.495 οἴῳ πεπνῦσθαι , τοὶ δὲ σκιαὶ ἀίσσουσιν .
10.496 ὣς ἔφατʹ , αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ ·
10.497 κλαῖον δʹ ἐν λεχέεσσι καθήμενος , οὐδέ νύ μοι κῆρ
10.498 ἤθελʹ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο .
10.499 αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʹ ἐκορέσθην ,
10.500 καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον ·
10.501 Κίρκη