9.303 αἰπὺν ὄλεθρον ·
9.304 οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
9.305 χερσὶν ἀπώσασθαι λίθον ὄβριμον , ὃν προσέθηκεν .
9.306 ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν .
9.307 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
9.308 καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα ,
9.309 πάντα κατὰ μοῖραν , καὶ ὑπʹ ἔμβρυον ἧκεν ἑκάστῃ .
9.310 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἔργα ,
9.311 σὺν δʹ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον .
9.312 δειπνήσας δʹ ἄντρου ἐξήλασε πίονα μῆλα ,
9.313 ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν · αὐτὰρ ἔπειτα
9.314 ἂψ ἐπέθηχʹ , ὡς εἴ τε φαρέτρῃ πῶμʹ ἐπιθείη .
9.315 πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
9.316 Κύκλωψ · αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων ,
9.317 εἴ πως τισαίμην , δοίη δέ μοι εὖχος Ἀθήνη .
9.318 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή .
9.319 Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ ,
9.320 χλωρὸν ἐλαΐνεον · τὸ μὲν ἔκταμεν , ὄφρα φοροίη
9.321 αὐανθέν . τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
9.322 ὅσσον θʹ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης ,
9.323 φορτίδος εὐρείης , τʹ ἐκπεράᾳ μέγα λαῖτμα ·
9.324 τόσσον ἔην μῆκος , τόσσον πάχος εἰσοράασθαι .
9.325 τοῦ μὲν ὅσον τʹ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
9.326 καὶ παρέθηχʹ ἑτάροισιν , ἀποξῦναι δʹ ἐκέλευσα ·
9.327 οἱ δʹ ὁμαλὸν ποίησαν · ἐγὼ δʹ ἐθόωσα παραστὰς
9.328 ἄκρον , ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ .
9.329 καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ ,
9.330 ῥα κατὰ σπείους κέχυτο μεγάλʹ ἤλιθα πολλή ·
9.331 αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον ,
9.332 ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
9.333 τρῖψαι ἐν ὀφθαλμῷ , ὅτε