7.306 μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι ·
7.307 δύσζηλοι γάρ τʹ εἰμὲν ἐπὶ χθονὶ φῦλʹ ἀνθρώπων .
7.308 τὸν δʹ αὖτʹ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε ·
7.309 ξεῖνʹ , οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
7.310 μαψιδίως κεχολῶσθαι · ἀμείνω δʹ αἴσιμα πάντα .
7.311 αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ,
7.312 τοῖος ἐὼν οἷός ἐσσι , τά τε φρονέων τʹ ἐγώ περ ,
7.313 παῖδά τʹ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
7.314 αὖθι μένων · οἶκον δέ κʹ ἐγὼ καὶ κτήματα δοίην ,
7.315 εἴ κʹ ἐθέλων γε μένοις · ἀέκοντα δέ σʹ οὔ τις ἐρύξει
7.316 Φαιήκων · μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο .
7.317 πομπὴν δʹ ἐς τόδʹ ἐγὼ τεκμαίρομαι , ὄφρʹ ἐὺ εἰδῇς ,
7.318 αὔριον ἔς · τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
7.319 λέξεαι , οἱ δʹ ἐλόωσι γαλήνην , ὄφρʹ ἂν ἵκηαι
7.320 πατρίδα σὴν καὶ δῶμα , καὶ εἴ πού τοι φίλον ἐστίν ,
7.321 εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʹ Εὐβοίης ,
7.322 τήν περ τηλοτάτω φάσʹ ἔμμεναι , οἵ μιν ἴδοντο
7.323 λαῶν ἡμετέρων , ὅτε τε ξανθὸν Ῥαδάμανθυν
7.324 ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν .
7.325 καὶ μὲν οἱ ἔνθʹ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
7.326 ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʹ ὀπίσσω .
7.327 εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
7.328 νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ .
7.329 ὣς φάτο , γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς ,
7.330 εὐχόμενος δʹ ἄρα εἶπεν , ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ·
7.331 Ζεῦ πάτερ , αἴθʹ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
7.332 Ἀλκίνοος · τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
7.333 ἄσβεστον