7.276 , ὄφρα με γαίῃ
7.277 ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ .
7.278 ἔνθα κέ μʹ ἐκβαίνοντα βιήσατο κῦμʹ ἐπὶ χέρσου ,
7.279 πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ ·
7.280 ἀλλʹ ἀναχασσάμενος νῆχον πάλιν , ἧος ἐπῆλθον
7.281 ἐς ποταμόν , τῇ δή μοι ἐείσατο χῶρος ἄριστος ,
7.282 λεῖος πετράων , καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο .
7.283 ἐκ δʹ ἔπεσον θυμηγερέων , ἐπὶ δʹ ἀμβροσίη νὺξ
7.284 ἤλυθʹ . ἐγὼ δʹ ἀπάνευθε διιπετέος ποταμοῖο
7.285 ἐκβὰς ἐν θάμνοισι κατέδραθον , ἀμφὶ δὲ φύλλα
7.286 ἠφυσάμην · ὕπνον δὲ θεὸς κατʹ ἀπείρονα χεῦεν .
7.287 ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
7.288 εὗδον παννύχιος καὶ ἐπʹ ἠῶ καὶ μέσον ἦμαρ .
7.289 δείλετό τʹ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν .
7.290 ἀμφιπόλους δʹ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
7.291 παιζούσας , ἐν δʹ αὐτὴ ἔην ἐικυῖα θεῇσι ·
7.292 τὴν ἱκέτευσʹ · δʹ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ ,
7.293 ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
7.294 ἐρξέμεν · αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν .
7.295 μοι σῖτον ἔδωκεν ἅλις ἠδʹ αἴθοπα οἶνον
7.296 καὶ λοῦσʹ ἐν ποταμῷ καί μοι τάδε εἵματʹ ἔδωκε .
7.297 ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα .
7.298 τὸν δʹ αὖτʹ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε ·
7.299 ξεῖνʹ , τοι μὲν τοῦτο γʹ ἐναίσιμον οὐκ ἐνόησε
7.300 παῖς ἐμή , οὕνεκά σʹ οὔ τι μετʹ ἀμφιπόλοισι γυναιξὶν
7.301 ἦγεν ἐς ἡμέτερον , σὺ δʹ ἄρα πρώτην ἱκέτευσας .
7.302 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
7.303 ἥρως , μή τοι τοὔνεκʹ ἀμύμονα νείκεε κούρην ·
7.304 μὲν γάρ μʹ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι ,
7.305 ἀλλʹ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε ,