5.468 δαμάσῃ κεκαφηότα θυμόν ·
5.469 αὔρη δʹ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό .
5.470 εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
5.471 θάμνοις ἐν πυκινοῖσι καταδράθω , εἴ με μεθείη
5.472 ῥῖγος καὶ κάματος , γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ ,
5.473 δείδω , μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι .
5.474 ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ·
5.475 βῆ ῥʹ ἴμεν εἰς ὕλην · τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
5.476 ἐν περιφαινομένῳ · δοιοὺς δʹ ἄρʹ ὑπήλυθε θάμνους ,
5.477 ἐξ ὁμόθεν πεφυῶτας · μὲν φυλίης , δʹ ἐλαίης .
5.478 τοὺς μὲν ἄρʹ οὔτʹ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων ,
5.479 οὔτε ποτʹ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν ,
5.480 οὔτʹ ὄμβρος περάασκε διαμπερές · ὣς ἄρα πυκνοὶ
5.481 ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς · οὓς ὑπʹ Ὀδυσσεὺς
5.482 δύσετʹ . ἄφαρ δʹ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
5.483 εὐρεῖαν · φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή ,
5.484 ὅσσον τʹ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
5.485 ὥρῃ χειμερίῃ , εἰ καὶ μάλα περ χαλεπαίνοι .
5.486 τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς ,
5.487 ἐν δʹ ἄρα μέσσῃ λέκτο , χύσιν δʹ ἐπεχεύατο φύλλων .
5.488 ὡς δʹ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
5.489 ἀγροῦ ἐπʹ ἐσχατιῆς , μὴ πάρα γείτονες ἄλλοι ,
5.490 σπέρμα πυρὸς σώζων , ἵνα μή ποθεν ἄλλοθεν αὔοι ,
5.491 ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο · τῷ δʹ ἄρʹ Ἀθήνη
5.492 ὕπνον ἐπʹ ὄμμασι χεῦʹ , ἵνα μιν παύσειε τάχιστα
5.493 δυσπονέος καμάτοιο φίλα βλέφαρʹ ἀμφικαλύψας .