5.442 ἐείσατο χῶρος ἄριστος ,
5.443 λεῖος πετράων , καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο ,
5.444 ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν ·
5.445 κλῦθι , ἄναξ , ὅτις ἐσσί · πολύλλιστον δέ σʹ ἱκάνω ,
5.446 φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς .
5.447 αἰδοῖος μέν τʹ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
5.448 ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος , ὡς καὶ ἐγὼ νῦν
5.449 σόν τε ῥόον σά τε γούναθʹ ἱκάνω πολλὰ μογήσας .
5.450 ἀλλʹ ἐλέαιρε , ἄναξ · ἱκέτης δέ τοι εὔχομαι εἶναι .
5.451 ὣς φάθʹ , δʹ αὐτίκα παῦσεν ἑὸν ῥόον , ἔσχε δὲ κῦμα ,
5.452 πρόσθε δέ οἱ ποίησε γαλήνην , τὸν δʹ ἐσάωσεν
5.453 ἐς ποταμοῦ προχοάς . δʹ ἄρʹ ἄμφω γούνατʹ ἔκαμψε
5.454 χεῖράς τε στιβαράς . ἁλὶ γὰρ δέδμητο φίλον κῆρ .
5.455 ᾤδεε δὲ χρόα πάντα , θάλασσα δὲ κήκιε πολλὴ
5.456 ἂν στόμα τε ῥῖνάς θʹ · δʹ ἄρʹ ἄπνευστος καὶ ἄναυδος
5.457 κεῖτʹ ὀλιγηπελέων , κάματος δέ μιν αἰνὸς ἵκανεν .
5.458 ἀλλʹ ὅτε δή ῥʹ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη ,
5.459 καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο .
5.460 καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν ,
5.461 ἂψ δʹ ἔφερεν μέγα κῦμα κατὰ ῥόον , αἶψα δʹ ἄρʹ Ἰνὼ
5.462 δέξατο χερσὶ φίλῃσιν · δʹ ἐκ ποταμοῖο λιασθεὶς
5.463 σχοίνῳ ὑπεκλίνθη , κύσε δὲ ζείδωρον ἄρουραν .
5.464 ὀχθήσας δʹ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
5.465 μοι ἐγώ , τί πάθω ; τί νύ μοι μήκιστα γένηται ;
5.466 εἰ μέν κʹ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω ,
5.467 μή μʹ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
5.468 ἐξ ὀλιγηπελίης