76.4 διὸ καὶ τοῖς Μακεδόσιν ἔδοξε τεθνάναι , καὶ κατεβόων ἐλθόντες ἐπὶ τὰς θύρας , καὶ διηπειλοῦντο τοῖς ἑταίροις ἕως ἐβιάσαντο καὶ τῶν θυρῶν αὐτοῖς ἀνοιχθεισῶν ἐν τοῖς χιτῶσι καθ’ ἕνα πάντες παρὰ τὴν κλίνην παρεξῆλθον . ταύτης δὲ τῆς ἡμέρας οἱ περὶ Πύθωνα καὶ Σέλευκον εἰς τὸ Σεραπεῖον ἀποσταλέντες ἠρώτων εἰ κομίσωσιν ἐκεῖ τὸν Ἀλέξανδρον δὲ θεὸς κατὰ χώραν ἐᾶν ἀνεῖλε . τῇ δὲ τρίτῃ φθίνοντος πρὸς δείλην ἀπέθανε .