77.1 τούτων τὰ πλεῖστα κατὰ λέξιν ἐν ταῖς ἐφημερίσιν οὕτω γέγραπται . φαρμακείας δὲ ὑποψίαν παραυτίκα μὲν οὐδεὶς ἔσχεν , ἕκτῳ δὲ ἔτει φασὶ μηνύσεως γενομένης τὴν Ὀλυμπιάδα πολλοὺς μὲν ἀνελεῖν , ἐκρῖψαι δὲ τὰ λείψανα τοῦ Ἰόλα τεθνηκότος , ὡς τούτου τὸ φάρμακον ἐγχέαντος .
77.2 οἱ δὲ Ἀριστοτέλην φάσκοντες Ἀντιπάτρῳ σύμβουλον γεγενῆσθαι τῆς πράξεως , καὶ ὅλως δι’ ἐκείνου πορισθῆναι τὸ φάρμακον , Ἁγνόθεμίν τινα διηγεῖσθαι λέγουσιν ὡς Ἀντιγόνου τοῦ βασιλέως ἀκούσαντα τὸ δὲ φάρμακον ὕδωρ εἶναι ψυχρὸν καὶ παγετῶδες ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι οὔσης , ἣν ὥσπερ δρόσον λεπτὴν ἀναλαμβάνοντες εἰς ὄνου χηλὴν ἀποτίθενται τῶν γὰρ ἄλλων οὐδὲν ἀγγεῖον στέγειν , ἀλλὰ διακόπτειν ὑπὸ ψυχρότητος καὶ δριμύτητος .
77.3 οἱ δὲ πλεῖστοι τὸν λόγον ὅλως οἴονται πεπλάσθαι τὸν περὶ τῆς Φαρμακείας · καὶ τεκμήριον αὐτοῖς ἐστιν οὐ μικρόν ὅτι τῶν ἡγεμόνων στασιασάντων ἐφ’ ἡμέρας πολλὰς ἀθεράπευτον τὸ σῶμα κείμενον ἐν τόποις θερμοῖς καὶ πνιγώδεσιν οὐδὲν ἔσχε τοιαύτης φθορᾶς σημεῖον , ἀλλ’ ἔμεινε καθαρὸν καὶ πρόσφατον .
77.4 δὲ Ῥωξάνη κύουσα μὲν ἐτύγχανε καὶ διὰ τοῦτο τιμωμένη παρὰ τοῖς Μακεδόσι · δυσζήλως δὲ ἔχουσα πρὸς τὴν Στάτειραν ἐξηπάτησεν αὐτὴν ἐπιστολῇ τινι πεπλασμένῃ παραγενέσθαι , καὶ προσαγαγοῦσα μετὰ τῆς ἀδελφῆς ἀπέκτεινε , καὶ τοὺς νεκροὺς εἰς τὸ φρέαρ κατέβαλε καὶ συνέχωσεν , εἰδότος ταῦτα Περδίκκου καὶ συμπράττοντος .
77.5 ἦν γὰρ ἐκεῖνος εὐθὺς ἐν δυνάμει μεγίστῃ , τὸν Ἀρριδαῖον ὥσπερ δορυφόρημα τῆς βασιλείας ἐφελκόμενος , γεγονότα μὲν ἐκ γυναικὸς ἀδόξου καὶ κοινῆς Φιλίννης , ἀτελῆ δὲ τὸ φρονεῖν ὄντα διὰ σώματος νόσον οὐ φύσει προσπεσοῦσαν οὐδὲ αὐτομάτως , ἀλλὰ καὶ πάνυ φασὶ