73.1 εἰς δὲ Βαβυλῶνα προάγοντος αὐτοῦ Νέαρχος ἀφίκετο γὰρ αὖθις εἰσπλεύσας Εἰς τὸν Εὐφράτην διὰ τῆς μεγάλης θαλάσσης ἔφη τινὰς ἐντυχεῖν αὐτῷ Χαλδαίους , παραινοῦντας ἀπέχεσθαι Βαβυλῶνος τὸν Ἀλέξανδρον . δὲ οὐκ ἐφρόντισεν , ἀλλ’ ἐπορεύετο · καὶ πρὸς τοῖς τείχεσι γενόμενος ὁρᾷ κόρακας πολλοὺς διαφερομένους καὶ τύπτοντας ἀλλήλους , ὧν ἔνιοι κατέπεσον παρ’ αὐτόν .
73.2 ἔπειτα μηνύσεως γενομένης κατὰ Ἀπολλοδώρου τοῦ στρατηγοῦ τῆς Βαβυλῶνος ὡς εἴη περὶ αὐτοῦ τεθυμένος , ἐκάλει Πυθαγόραν τὸν μάντιν . οὐκ ἀρνουμένου δὲ τὴν πρᾶξιν ἠρώτησε τῶν ἱερῶν τὸν τρόπον , φήσαντος δὲ ὅτι τὸ ἧπαρ ἦν ἄλοβον , ʹ παπαὶ , ʹ εἶπεν , ʹ ἰσχυρὸν τὸ σημεῖον ʹ καὶ τὸν Πυθαγόραν οὐδὲν ἠδίκησεν . ἤχθετο δὲ μὴ πεισθεὶς τῷ Νεάρχῳ , καὶ τὰ πολλὰ τῆς Βαβυλῶνος ἔξω κατασκηνῶν καὶ περιπλέων τὸν Εὐφράτην διέτριβεν .
73.3 ἠνώχλει δ’ αὐτὸν σημεῖα πολλά , καὶ γὰρ λέοντα τῶν τρεφομένων μέγιστον καὶ κάλλιστον ἥμερος ὄνος ἐπελθὼν καὶ λακτίσας ἀνεῖλεν . ἀποδυσαμένου δὲ πρὸς ἄλειμμα καὶ σφαῖραν αὐτοῦ παίζοντος οἱ νεανίσκοι οἱ σφαιρίζοντες , ὡς ἔδει πάλιν λαβεῖν τὰ ἱμάτια , καθορῶσιν ἄνθρωπον ἐν τῷ θρόνῳ καθεζόμενον σιωπῇ , τὸ διάδημα καὶ τὴν στολὴν τὴν βασιλικὴν περικείμενον .
73.4 οὗτος ἀνακρινόμενος ὅστις εἴη , πολὺν χρόνον ἄναυδος ἦν μόλις δὲ συμφρονήσας Διονύσιος μὲν ἔφη καλεῖσθαι , Μεσσήνιος δὲ εἶναι τὸ γένος · ἐκ δέ τινος αἰτίας καὶ κατηγορίας ἐνταῦθα κομισθεὶς ἀπὸ θαλάσσης πολὺν χρόνον γεγονέναι ἐν δεσμοῖς · ἄρτι δὲ αὐτῷ τὸν Σάραπιν ἐπιστάντα τοὺς δεσμοὺς ἀνεῖναι καὶ προαγαγεῖν δεῦρο , καὶ κελεῦσαι λαβόντα τὴν στολὴν καὶ τὸ διάδημα