71.1 τῶν δὲ παίδων Τῶν τρισμυρίων , οὓς ἀσκουμένους καὶ μανθάνοντας ἀπέλιπε , τοῖς τε σώμασιν ἀνδρείων φανέντων καὶ τοῖς εἴδεσιν εὐπρεπῶν , ἔτι δὲ καὶ ταῖς μελέταις εὐχέρειαν καὶ κουφότητα θαυμαστὴν ἐπιδειξαμένων , αὐτὸς μὲν ἥσθη , τοῖς δὲ Μακεδόσι δυσθυμία παρέστη καὶ δέος , ὡς ἧττον αὐτοῖς τοῦ βασιλέως προσέξοντος .
71.2 διὸ καὶ τοὺς ἀσθενεῖς καὶ πεπηρωμένους αὐτοῦ καταπέμποντος ἐπὶ θάλατταν ὕβριν ἔφασαν εἶναι καὶ προπηλακισμόν , ἀνθρώποις ἀποχρησάμενον εἰς ἅπαντα νῦν ἀποτίθεσθαι σὺν αἰσχύνῃ καὶ προσρίπτειν ταῖς πατρίσι καὶ τοῖς γονεῦσιν , οὐ τοιούτους παραλαβόντα . πάντας οὖν ἐκέλευον ἀφιέναι καὶ πάντας ἀχρήστους νομίζειν Μακεδόνας , ἔχοντα τοὺς νέους τούτους πυρριχιστάς , σὺν οἷς ἐπιὼν κατακτήσεται τὴν οἰκουμένην .
71.3 πρὸς ταῦτα χαλεπῶς Ἀλέξανδρος ἔσχε , καὶ πολλὰ μὲν ἐλοιδόρησεν αὐτοὺς πρὸς ὀργήν , ἀπελάσας δὲ τὰς φυλακὰς παρέδωκε Πέρσαις καὶ κατέστησεν ἐκ τούτων δορυφόρους καὶ ῥαβδοφόρους , ὑφ’ ὧν ὁρῶντες αὐτὸν παραπεμπόμενον , αὐτοὺς δὲ ἀπειργομένους καὶ προπηλακιζομένους , ἐταπεινοῦντο καὶ διδόντες λόγον εὕρισκον αὑτοὺς ὀλίγου δεῖν μανέντας ὑπὸ ζηλοτυπίας καὶ ὀργῆς .
71.4 τέλος δὲ συμφρονήσαντες ἐβάδιζον ἄνοπλοι καὶ μονοχίτωνες ἐπὶ τὴν σκηνήν , μετὰ βοῆς καὶ κλαυθμοῦ παραδιδόντες ἑαυτούς καὶ χρήσασθαι κελεύοντες ὡς κακοῖς καὶ ἀχαρίστοις . δ’ οὐ προσίετο , καίπερ ἤδη μαλασσόμενος . οἱ δ’ οὐκ ἀπέστησαν , ἀλλ’ ἡμέρας δύο καὶ νύκτας οὕτω προσεστῶτες καὶ ὀλοφυρόμενοι καὶ κοίρανον ἀνακαλοῦντες ἐκαρτέρησαν .
71.5 τῇ δὲ τρίτῃ προελθὼν καὶ θεασάμενος οἰκτροὺς καὶ τεταπεινωμένους ἐδάκρυε πολὺν χρόνον εἶτα μεμψάμενος μέτρια καὶ προσαγορεύσας φιλανθρώπως ἀπέλυσε τοὺς ἀχρήστους δωρησάμενος μεγαλοπρεπῶς , καὶ γράψας πρὸς Ἀντίπατρον ὅπως ἐν πᾶσι