70.1 δὲ Ἀλέξανδρος ἀπὸ τῆς πυρᾶς γενόμενος , καὶ συναγαγὼν πολλοὺς Τῶν φίλων καὶ Τῶν ἡγεμόνων ἐπὶ δεῖπνον , ἀγῶνα προὔθηκε καὶ στέφανον ἀκρατοποσίας . μὲν οὖν πλεῖστον πιὼν Πρόμαχος ἄχρι χοῶν τεσσάρων προῆλθε · καὶ λαβὼν τὸ νικητήριον , στέφανον ταλαντιαῖον , ἡμέρας τρεῖς ἐπέζησε , Τῶν δὲ ἄλλων , ὡς Χάρης φησί , τετταράκοντα καὶ εἷς ἀπέθανον πιόντες , ἰσχυροῦ τῇ μέθῃ κρύους ἐπιγενομένου .
70.2 τῶν δὲ ἑταίρων γάμον ἐν Σούσοις ἐπιτελῶν , καὶ λαμβάνων μὲν αὐτὸς γυναῖκα τὴν Δαρείου θυγατέρα Στάτειραν , διανέμων δὲ τὰς ἀρίστας τοῖς ἀρίστοις , κοινὸν δὲ Τῶν ἤδη προγεγαμηκότων Μακεδόνων γάμον ἄλλον ἑστιάσας , ἐν φασιν ἐννακισχιλίων Τῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ὄντων ἑκάστῳ χρυσῆν φιάλην πρὸς τὰς σπονδὰς δοθῆναι , τά τε ἄλλα θαυμαστῶς ἐλαμπρύνατο καὶ τά χρέα τοῖς δανείσασιν ὑπὲρ Τῶν ὀφειλόντων αὐτὸς διαλύσας , τοῦ παντὸς ἀναλώματος ἐλάσσονος μυρίων ταλάντων ἑκατὸν τριάκοντα ταλάντοις γενομένου .
70.3 ἐπεὶ δὲ Ἀντιγένης ἑτερόφθαλμος ὡς ὀφείλων ἀπεγράψατο ψευδῶς , καὶ παραγαγών τινα φάσκοντα δεδανεικέναι πρὸς τὴν τράπεζαν , ἀπέτισε τὸ ἀργύριον , εἶτ’ ἐφωράθη ψευδόμενος , ὀργισθεὶς βασιλεὺς ἀπήλασε τῆς αὐλῆς αὐτὸν καὶ παρείλετο τὴν ἡγεμονίαν . ἦν δὲ λαμπρὸς ἐν τοῖς πολεμικοῖς Ἀντιγένης καὶ ἔτι δὲ νέος ὤν , Φιλίππου πολιορκοῦντος Πέρινθον , ἐμπεσόντος αὐτῷ καταπελτικοῦ βέλους εἷς τὸν ὀφθαλμόν , οὐ παρέσχε βουλομένοις ἐξελεῖν τὸ βέλος οὐδὲ ὑφήκατο πρὶν ὤσασθαι προσμαχόμενος καὶ κατακλεῖσαι τοὺς πολεμίους εἷς τὸ τεῖχος .
70.4 οὐ μετρίως οὖν τότε τὴν ἀτιμίαν ἔφερεν , ἀλλὰ δῆλος ἦν ἑαυτὸν ὑπὸ λύπης καὶ βαρυθυμίας διαχρησόμενος .