69.1 ἐν δὲ Πέρσαις ι πρῶτον μὲν ἀπέδωκε τὸ νόμισμα ταῖς γυναιξίν , ὥσπερ εἰώθεισαν οἱ βασιλεῖς , ὁσάκις εἰς Πέρσας ἀφίκοιντο , διδόναι χρυσοῦν ἑκάστῃ , καὶ διὰ τοῦτο φασιν ἐνίους μὴ πολλάκις , Ὦχον δὲ μηδὲ ἅπαξ εἰς Πέρσας παραγενέσθαι , διὰ μικρολογίαν ἀποξενώσαντα τῆς πατρίδος ἑαυτόν .
69.2 ἔπειτα τὸν Κύρου τάφον εὑρὼν διορωρυγμένον ἀπέκτεινε τὸν ἀδικήσαντα , καίτοι Πελλαῖος ἦν οὐ τῶν ἀσημοτάτων πλημμελήσας , ὄνομα Πολύμαχος . τὴν δὲ ἐπιγραφὴν ἀναγνούς ἐκέλευσεν Ἑλληνικοῖς ὑποχαράξαι γράμμασιν . εἶχε δὲ οὕτως · ʹ ἄνθρωπε , ὅστις εἶ καὶ ὅθεν ἥκεις , ὅτι μὲν γὰρ ἥξεις , οἶδα , ἐγὼ Κῦρός εἰμι Πέρσαις κτησάμενος τὴν ἀρχήν , μὴ οὖν τῆς ὀλίγης μοι ταύτης γῆς φθονήσῃς τοὐμὸν σῶμα περικαλύπτει . ʹ
69.3 ταῦτα μὲν οὖν ἐμπαθῆ σφόδρα τὸν Ἀλέξανδρον ἐποίησεν , ἐν νῷ λαβόντα τὴν ἀδηλότητα καὶ μεταβολήν . δὲ Καλανὸς ἐνταῦθα χρόνον οὐ πολὺν ὑπὸ κοιλίας ἐνοχληθείς ᾐτήσατο πυρὰν αὑτῷ γενέσθαι , καὶ κομισθεὶς ἵππῳ πρὸς αὐτήν , ἐπευξάμενος καὶ κατασπείσας ἑαυτοῦ καὶ τῶν τριχῶν ἀπαρξάμενος , ἀναβαίνων ἐδεξιοῦτο τοὺς παρόντας τῶν Μακεδόνων , καὶ παρεκάλει τὴν ἡμέραν ἐκείνην ἡδέως γενέσθαι καὶ μεθυσθῆναι μετὰ τοῦ βασιλέως , αὐτὸν δὲ ἐκεῖνον ἔφη μετ’ ὀλίγον χρόνον ἐν Βαβυλῶνι ὄψεσθαι .
69.4 ταῦτα δ’ εἰπών κατακλιθεὶς καὶ συγκαλυψάμενος οὐκ ἐκινήθη τοῦ πυρὸς πλησιάζοντος , ἀλλ’ ἐν κατεκλίθη σχήματι , τοῦτο διατηρῶν ἐκαλλιέρησεν ἑαυτὸν τῷ πατρίῳ νόμῳ τῶν ἐκεῖ σοφιστῶν , τοῦτο πολλοῖς ἔτεσιν ὕστερον ἄλλος Ἰνδὸς ἐν Ἀθήναις Καίσαρι συνὼν ἐποίησε · καὶ δείκνυται μέχρι νῦν τὸ μνημεῖον Ἰνδοῦ