59.1 δὲ Ταξίλης λέγεται μέν τῆς Ἰνδικῆς ἔχειν μοῖραν Οὐκ ἀποδέουσαν Αἰγύπτου τὸ μέγεθος , εὔβοτον δέ καὶ καλλίκαρπον ἔν τοῖς μάλιστα , σοφὸς δέ τις ἀνὴρ εἶναι , καὶ τὸν Ἀλέξανδρον ἀσπασάμενος , ʹ τί δεῖ πολέμων , ʹ φάναι , ʹ καὶ μάχης ἡμῖν , Ἀλέξανδρε , πρὸς ἀλλήλους , εἰ μήτε ὕδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν , ὑπὲρ ὧν μόνων ἀνάγκη διαμάχεσθαι νοῦν ἔχουσιν ἀνθρώποις ; ʹ
59.2 ʹ τοῖς δὲ ἄλλοις χρήμασι καὶ κτήμασι λεγομένοις , εἰ μέν εἰμι κρείττων , ἕτοιμος εὖ ποιεῖν , εἰ δὲ ἥττων , οὐ φεύγω χάριν ἔχειν εὖ παθών . ʹ ἡσθεὶς οὖν Ἀλέξανδρος καὶ δεξιωσάμενος αὐτόν , ʹ που νομίζεις , ʹ ἔφη , ʹ δίχα μάχης ἔσεσθαι τὴν ἔντευξιν ἡμῖν ἀπὸ τοιούτων λόγων καὶ φιλοφροσύνης ; ἀλλ’ οὐδέν σοι πλέον ἐγὼ γὰρ ἀγωνιοῦμαι πρὸς σὲ καὶ διαμαχοῦμαι ταῖς χάρισιν , ὥς μου χρηστὸς ὢν μὴ περιγένῃ . ʹ
59.3 λαβὼν δὲ δῶρα πολλὰ καὶ δοὺς πλείονα τέλος χίλια τάλαντα νομίσματος αὐτῷ προέπιεν . ἐφ’ οἷς τούς μέν φίλους ἰσχυρῶς ἐλύπησε , τῶν δὲ βαρβάρων πολλοὺς ἐποίησεν ἡμερωτέρως ἔχειν πρὸς αὐτόν . ἐπεὶ δὲ τῶν Ἰνδῶν οἱ μαχιμώτατοι μισθοφοροῦντες ἐπεφοίτων ταῖς πόλεσιν ἐρρωμένως ἀμύνοντες καὶ πολλὰ τὸν Ἀλέξανδρον ἐκακοποίουν , σπεισάμενος ἔν τινι πόλει πρὸς αὐτούς ἀπιόντας ἐν ὁδῷ λαβὼν ἅπαντας ἀπέκτεινε .
59.4 καὶ τοῦτο τοῖς πολεμικοῖς ἔργοις αὐτοῦ , τὰ ἄλλα νομίμως καὶ βασιλικῶς πολεμήσαντος , ὥσπερ κηλὶς πρόσεστιν . οὐκ ἐλάσσονα δὲ τούτων οἱ φιλόσοφοι πράγματα παρέσχον αὐτῷ , τούς τε προστιθεμένους τῶν βασιλέων κακίζοντες