35.4 δέους ἐλθεῖν εἰ δὲ μὴ κατὰ τύχην πολλοὶ παρῆσαν ἀγγεῖα πρὸς τὸ λουτρὸν ὕδατος διὰ χειρῶν ἔχοντες , οὐκ ἂν ἔφθασεν βοήθεια τὴν ἐπινομήν .
35.5 ἀλλὰ καὶ τότε μόγις κατέσβεσαν τὸ σῶμα τοῦ παιδὸς δι’ ὅλου πῦρ γενόμενον , καὶ μετὰ ταῦτα χαλεπῶς ἔσχεν . εἰκότως οὖν ἔνιοι τὸν μῦθον ἀνασῴζοντες πρὸς τὴν ἀλήθειαν τοῦτό φασιν εἶναι τὸ τῆς Μηδείας φάρμακον , τὸν τραγῳδούμενον στέφανον καὶ τὸν πέπλον ἔχρισεν . οὐ γὰρ ἐξ αὐτῶν ἐκείνων οὐδὲ ἀπ’ αὐτομάτου λάμψαι τὸ πῦρ , ἀλλὰ φλογὸς ἐγγύθεν παρατεθείσης ὀξεῖαν ὁλκὴν καὶ συναφὴν ἄδηλον αἰσθήσει γενέσθαι .
35.6 τὰς γὰρ ἀκτῖνας καὶ τὰ ῥεύματα τοῦ πυρὸς ἄπωθεν ἐπερχόμενα τοῖς μὲν ἄλλοις σώμασι φῶς καὶ θερμότητα προσβάλλειν μόνον , ἐν δὲ τοῖς ξηρότητα πνευματικὴν νοτίδα λιπαρὰν καὶ διαρκῆ κεκτημένοις ἀθροιζόμενα καὶ πυριγονοῦντα μεταβάλλειν ὀξέως τὴν ὕλην . παρεῖχε δὲ ἀπορίαν γένεσις [ ... ] εἴτε μᾶλλον ὑπέκκαυμα τῆς φλογὸς ὑπορρεῖ τὸ ὑγρὸν ἐκ τῆς γῆς φύσιν λιπαρὰν καὶ πυριγόνον ἐχούσης .
35.7 καὶ γάρ ἐστιν Βαβυλωνία σφόδρα πυρώδης , ὥστε τὰς μὲν κριθὰς χαμόθεν ἐκπηδᾶν καὶ ἀποπάλλεσθαι πολλάκις , οἷον ὑπὸ φλεγμονῆς τῶν τόπων σφυγμοὺς ἐχόντων , τοὺς δὲ ἀνθρώπους ἐν τοῖς καύμασιν ἐπ’ ἀσκῶν πεπληρωμένων ὕδατος καθεύδειν .
35.8 Ἅρπαλος δὲ τῆς χώρας ἀπολειφθεὶς ἐπιμελητής καὶ φιλοκαλῶν Ἑλληνικαῖς φυτείαις διακοσμῆσαι τὰ βασίλεια καὶ τοὺς περιπάτους , τῶν μὲν ἄλλων ἐκράτησε , τὸν δὲ κιττὸν οὐκ ἔστεξεν γῆ μόνον , ἀλλ’ ἀεὶ διέφθειρεν οὐ φέροντα τὴν κρᾶσιν μὲν γὰρ πυρώδης , δὲ φιλόψυχρος , τῶν μὲν οὖν τοιούτων παρεκβάσεων