23.4 ἐπετρίβοντο , μήτε ἁμιλλᾶσθαι τοῖς κόλαζι μήτε λείπεσθαι βουλόμενοι τῶν αὐτῶν ἐπαίνων , τὸ μὲν γὰρ αἰσχρὸν ἐδόκει , τὸ δὲ κίνδυνον ἔφερε .
23.5 μετὰ δὲ τὸν πότον λουσάμενος ἐκάθευδε πολλάκις μέχρι μέσης ἡμέρας · ἔστι δ’ ὅτε καὶ διημέρευεν ἐν τῷ καθεύδειν . αὐτὸς μὲν οὖν καὶ ὄψων ἐγκρατὴς ἦν , ὥστε καὶ τὰ σπανιώτατα πολλάκις τῶν ἀπὸ θαλάττης αὐτῷ κομιζομένων ἀκροδρύων καὶ ἰχθύων ἑκάστῳ διαπεμπόμενος τῶν ἑταίρων ἑαυτῷ μόνῳ μηδὲν καταλιπεῖν ·
23.6 τὸ μέντοι δεῖπνον ἦν ἀεὶ μεγαλοπρεπές , καὶ τοῖς εὐτυχήμασι τῆς δαπάνης ἅμα συναυξομένης τέλος εἰς μυρίας δραχμὰς προῆλθεν . ἐνταῦθα δὲ ἔστη , καὶ τοσοῦτον ὡρίσθη τελεῖν τοῖς ὑποδεχομένοις Ἀλέξανδρον .