19.1 ἔτι δὲ μᾶλλον ἐθάρρησε καταγνοὺς δειλίαν Ἀλεξάνδρου πολὺν χρόνον ἐν Κιλικίᾳ διατρίψαντος . ἦν δὲ διατριβὴ διὰ νόσον , ἣν οἱ μὲν ἐκ κόπων , οἱ δὲ λουσαμένῳ ἐν τῷ τοῦ Κύδνου ῥεύματι καταπαγέντι προσπεσεῖν λέγουσι .
19.2 τῶν μὲν οὖν ἄλλων ἰατρῶν οὐδεὶς ἐθάρρει βοηθήσειν , ἀλλὰ τὸν κίνδυνον οἰόμενοι πάσης ἰσχυρότερον εἶναι βοηθείας ἐφοβοῦντο τὴν ἐκ τοῦ σφαλῆναι διαβολὴν πρὸς τοὺς Μακεδόνας · Φίλιππος δ’ Ἀκαρνὰν μοχθηρὰ μὲν ἑώρα τὰ περὶ αὐτὸν ὄντα , τῇ δὲ φιλίᾳ πιστεύων , καὶ δεινὸν ἡγούμενος εἰ κινδυνεύοντι μὴ συγκινδυνεύσει μέχρι τῆς ἐσχάτης πείρας βοηθῶν καὶ παραβαλλόμενος , ἐπεχείρησε φαρμακείᾳ καὶ συνέπεισεν αὐτὸν ὑπομεῖναι καὶ πιεῖν , σπεύδοντα ῥωσθῆναι πρὸς τὸν πόλεμον .
19.3 ἐν τούτῳ δὲ Παρμενίων ἔπεμψεν ἐπιστολὴν ἀπὸ στρατοπέδου , διακελευόμενος αὐτῷ φυλάξασθαι τὸν Φίλιππον ὡς ὑπὸ Δαρείου πεπεισμένον ἐπὶ δωρεαῖς μεγάλαις καὶ γάμῳ θυγατρὸς ἀνελεῖν Ἀλέξανδρον . δὲ τὴν ἐπιστολὴν ἀναγνοὺς καὶ μηδενὶ δείξας τῶν φίλων ὑπὸ τὸ προσκεφάλαιον ὑπέθηκεν . ὡς δὲ τοῦ καιροῦ παρόντος εἰσῆλθε μετὰ τῶν ἑταίρων Φίλιππος τὸ φάρμακον ἐν κύλικι κομίζων , ἐκείνῳ μὲν ἐπέδωκε τὴν ἐπιστολήν , αὐτὸς δὲ τὸ φάρμακον ἐδέξατο προθύμως καὶ ἀνυπόπτως ,
19.4 ὥστε θαυμαστὴν καὶ θεατρικὴν τὴν ὄψιν εἶναι , τοῦ μὲν ἀν ἀναγινώσκοντος , τοῦ δὲ πίνοντος , εἶτα ἅμα πρὸς ἀλλήλους ἀποβλεπόντων οὐχ ὁμοίως , ἀλλὰ τοῦ μὲν Ἀλεξάνδρου φαιδρῷ τῷ προσώπῳ καὶ διακεχυμένῳ τὴν πρὸς τὸν Φίλιππον εὐμένειαν καὶ πίστιν ἀποφαίνοντος , ἐκείνου δὲ πρὸς τὴν διαβολὴν ἐξισταμένου καὶ ποτὲ μὲν θεοκλυτοῦντος καὶ πρὸς τὸν οὐρανὸν ἀνατείνοντος τὰς χεῖρας , ποτὲ δὲ τῇ