15.1 τῆς δὲ στρατιᾶς τὸ πλῆθος οἱ μὲν ἐλάχιστον λέγοντες τρισμυρίους πεζοὺς καὶ τετρακισχιλίους ἱππεῖς , οἱ δὲ πλεῖστον πεζοὺς μὲν τετρακισμυρίους καὶ τρισχιλίους , ἱππέας δὲ πεντακισχιλίους ἀναγράφουσιν . ἐφόδιον δὲ τούτοις οὐ πλέον ἑβδομήκοντα ταλάντων ἔχειν αὐτόν Ἀριστόβουλος ἱστορεῖ , Δοῦρις δὲ τριάκοντα μόνον ἡμερῶν διατροφήν , Ὀνησίκριτος δὲ καὶ διακόσια τάλαντα προσοφείλειν .
15.2 ἀλλὰ καίπερ ἀπὸ μικρῶν καὶ στενῶν οὕτως ὁρμώμενος , οὐ πρότερον ἐπέβη τῆς νεώς τὰ τῶν ἑταίρων πράγματα σκεψάμενος ἀπονεῖμαι τῷ μὲν ἀγρόν , τῷ δὲ κώμην , τῷ δὲ συνοικίας πρόσοδον λιμένος . ἤδη δὲ κατανηλωμένων καὶ διαγεγραμμένων σχεδὸν ἁπάντων τῶν βασιλικῶν Περδίκκας ʹ σεαυτῷ δέ , ʹ εἶπεν , ʹ βασιλεῦ , τί καταλείπεις ; ʹ τοῦ δὲ φήσαντος ὅτι τὰς ἐλπίδας , ʹ οὐκοῦν , ʹ ἔφη , ʹ καὶ ἡμεῖς τούτων κοινωνήσομεν οἱ μετὰ σοῦ στρατευόμενοι . ʹ
15.3 παραιτησαμένου δὲ τοῦ Περδίκκου τὴν διαγεγραμμένην κτῆσιν αὐτῷ , καὶ τῶν ἄλλων φίλων ἔνιοι τὸ αὐτὸ ἐποίησαν , τοῖς δὲ λαμβάνουσι καὶ δεομένοις προθύμως ἐχαρίζετο , καὶ τὰ πλεῖστα τῶν ἐν Μακεδονίᾳ διανέμων οὕτως κατηνάλωσε . τοιαύτῃ μὲν ὁρμῇ καὶ παρασκευῇ διανοίας τὸν Ἑλλήσποντον διεπέρασεν .
15.4 ἀναβὰς δὲ εἰς Ἴλιον ἔθυσε τῇ Ἀθηνᾷ καὶ τοῖς ἥρωσιν ἔσπεισε . τὴν δὲ Ἀχιλλέως στήλην ἀλειψάμενος λίπα καὶ μετὰ τῶν ἑταίρων συναναδραμὼν γυμνὸς , ὥσπερ ἔθος ἐστίν , ἐστεφάνωσε , μακαρίσας αὐτόν ὅτι καὶ ζῶν φίλου πιστοῦ καὶ δὲ τελευτήσας μεγάλου κήρυκος ἔτυχεν .
15.5 ἐν δὲ τῷ περιϊέναι καὶ θεᾶσθαι τὰ κατὰ τὴν πόλιν ἐρομένου τινὸς αὐτόν εἰ βούλεται τὴν Ἀλεξάνδρου λύραν