7.1 καθορῶν δὲ τὴν φύσιν αὐτοῦ δυσκίνητον μὲν οὖσαν ἐρίσαντος μὴ βιασθῆναι , ῥᾳδίως δὲ ἀγομένην ὑπὸ λόγου πρὸς τὸ δέον , αὐτός τε πείθειν ἐπειρᾶτο μᾶλλον προστάττειν , καὶ τοῖς περὶ μουσικὴν καὶ τὰ ἐγκύκλια παιδευταῖς οὐ πάνυ τι πιστεύων τὴν ἐπιστασίαν αὐτοῦ καὶ κατάρτισιν , ὡς μείζονος οὖσαν πραγματείας καὶ κατὰ τὸν Σοφοκλέα πολλῶν χαλινῶν ἔργον οἰάκων θ’ ἅμα ,
7.2 μετεπέμψατο τῶν φιλοσόφων τὸν ἐνδοξότατον καὶ λογιώτατον Ἀριστοτέλην , καλὰ καὶ πρέποντα διδασκάλια τελέσας αὐτῷ . τὴν γὰρ Σταγειριτῶν πόλιν , ἐξ ἧς ἦν Ἀριστοτέλης , ἀνάστατον ὑπ’ αὐτοῦ γεγενημένην συνῴκισε πάλιν , καὶ τοὺς διαφυγόντας δουλεύοντας τῶν πολιτῶν ἀποκατέστησε .
7.3 σχολὴν μὲν οὖν αὐτοῖς καὶ διατριβὴν τὸ περὶ Μίεζαν Νυμφαῖον ἀπέδειξεν , ὅπου μέχρι νῦν Ἀριστοτέλους ἕδρας τε λιθίνας καὶ ὑποσκίους περιπάτους δεικνύουσιν . ἔοικε δὲ Ἀλέξανδρος οὐ μόνον τὸν ἠθικὸν καὶ πολιτικὸν παραλαβεῖν λόγον , ἀλλὰ καὶ τῶν ἀπορρήτων καὶ βαθυτέρων διδασκαλιῶν , ἃς οἱ ἄνδρες ἰδίως ἀκροαματικὰς καὶ ἐποπτικὰς προσαγορεύοντες οὐκ ἐξέφερον εἰς πολλούς , μετασχεῖν .
7.4 ἤδη γὰρ εἰς Ἀσίαν διαβεβηκώς , καὶ πυθόμενος λόγους τινὰς ἐν βιβλίοις περὶ τούτων ὑπὸ Ἀριστοτέλους ἐκδεδόσθαι , γράφει πρὸς αὐτὸν ὑπὲρ φιλοσοφίας παρρησιαζόμενος ἐπιστολήν , ἧς ἀντίγραφόν ἐστιν · ʹ Ἀλέξανδρος Ἀριστοτέλει εὖ πράττειν . οὐκ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων τίνι γὰρ δὴ διοίσομεν ἡμεῖς τῶν ἄλλων , εἰ καθ’ οὓς ἐπαιδεύθημεν λόγους , οὗτοι πάντων ἔσονται κοινοί ; ἐγὼ δὲ βουλοίμην ἂν ταῖς περὶ τὰ ἄριστα ἐμπειρίαις ταῖς δυνάμεσι διαφέρειν . ἔρρωσο . ʹ
7.5 ταύτην μὲν οὖν τὴν φιλοτιμίαν αὐτοῦ παραμυθούμενος