6.1 ἐπεὶ δὲ Φιλονίκου τοῦ Θεσσαλοῦ τὸν Βουκεφάλαν ἀγαγόντος ὤνιον τῷ Φιλίππῳ τρισκαίδεκα ταλάντων κατέβησαν εἰς τὸ πεδίον δοκιμάσοντες τὸν ἵππον , ἐδόκει τε χαλεπὸς εἶναι καὶ κομιδῇ δύσχρηστος , οὔτε ἀναβάτην προσιέμενος οὔτε φωνὴν ὑπομένων τινὸς τῶν περὶ τὸν Φίλιππον , ἀλλ’ ἁπάντων κατεξανιστάμενος ,
6.2 δυσχεραίνοντος δὲ τοῦ Φιλίππου καὶ κελεύοντος ἀπάγειν ὡς παντάπασιν ἄγριον καὶ ἀκόλαστον , παρὼν Ἀλέξανδρος εἶπεν · ʹ οἷον ἵππον ἀπολλύουσι δι’ ἀπειρίαν καὶ μαλακίαν χρήσασθαι μὴ δυνάμενοι , ʹ τὸ μὲν οὖν πρῶτον Φίλιππος ἐσιώπησε · πολλάκις δὲ αὐτοῦ παραφθεγγομένου καὶ περιπαθοῦντος , ʹ ἐπιτιμᾷς σύ , ʹ ἔφη , ʹ πρεσβυτέροις ὥς τι πλέον αὐτὸς εἰδὼς μᾶλλον ἵππῳ χρήσασθαι δυνάμενος ; ʹ
6.3 ʹ τούτῳ γοῦν , ʹ ἔφη , ʹ χρησαίμην ἂν ἑτέρου βέλτιον . ʹ ʹ ἂν δὲ μὴ χρήσῃ , τίνα δίκην τῆς προπετείας ὑφέξεις ; ʹ ʹ ἐγὼ , νὴ Δί’ , ʹ εἶπεν , ʹ ἀποτίσω τοῦ ἵππου τὴν τιμήν ʹ γενομένου δὲ γέλωτος , εἶτα ὁρισμοῦ πρὸς ἀλλήλους εἰς τὸ ἀργύριον , εὐθὺς προσδραμὼν τῷ ἵππῳ καὶ παραλαβὼν τὴν ἡνίαν ἐπέστρεψε πρὸς τὸν ἥλιον , ὡς ἔοικεν , ἐννοήσας ὅτι τὴν σκιὰν προπίπτουσαν καὶ σαλευομένην ὁρῶν πρὸ αὐτοῦ διαταράττοιτο .
6.4 μικρὰ δὲ οὕτω παρακαλπάσας καὶ καταψήσας , ὡς ἑώρα πληρούμενον θυμοῦ καὶ πνεύματος , ἀπορρίψας ἡσυχῇ τὴν χλαμύδα καὶ μετεωρίσας αὑτόν ἀσφαλῶς περιέβη . καὶ μικρὰ μὲν περιλαβὼν ταῖς ἡνίαις τὸν χαλινόν ἄνευ πληγῆς καὶ σπαραγμοῦ , προσανέστειλεν ὡς δὲ ἑώρα τὸν ἵππον ἀφεικότα τὴν ἀπειλήν , ὀργῶντα δὲ πρὸς τὸν δρόμον , ἐφεὶς ἐδίωκεν ἤδη