5.1 τοὺς δὲ παρὰ τοῦ Περσῶν βασιλέως πρέσβεις ἥκοντας ἀποδημοῦντος Φιλίππου ξενίζων καὶ γενόμενος συνήθης οὕτως ἐχειρώσατο τῇ φιλοφροσύνῃ καὶ τῷ μηδὲν ἐρώτημα παιδικὸν ἐρωτῆσαι μηδὲ μικρόν , ἀλλ’ ὁδῶν τε μήκη καὶ πορείας τῆς ἄνω τρόπον ἐκπυνθάνεσθαι , καὶ περὶ αὐτοῦ τοῦ βασιλέως , ὁποῖος εἴη πρὸς τοὺς πολέμους , καὶ τίς Περσῶν ἀλκὴ καὶ δύναμις , ὥστε θαυμάζειν ἐκείνους καὶ τὴν λεγομένην Φιλίππου δεινότητα μηδὲν ἡγεῖσθαι πρὸς τὴν τοῦ παιδὸς ὁρμὴν καὶ μεγαλοπραγμοσύνην .
5.2 ὁσάκις γοῦν ἀπαγγελθείη Φίλιππος πόλιν ἔνδοξον ᾑρηκὼς μάχην τινὰ περιβόητον νενικηκώς , οὐ πάνυ φαιδρὸς ἦν ἀκούων , ἀλλὰ πρὸς τοὺς ἡλικιώτας ἔλεγεν · ʹ παῖδες , πάντα προλήψεται πατήρ ἐμοὶ δὲ οὐδὲν ἀπολείψει μεθ’ ὑμῶν ἔργον ἀποδείξασθαι μέγα καὶ λαμπρόν . ʹ
5.3 οὐ γὰρ ἡδονὴν ζηλῶν οὐδὲ πλοῦτον , ἀλλ’ ἀρετὴν καὶ δόξαν , ἐνόμιζεν , ὅσῳ πλείονα λήψεται παρὰ τοῦ πατρός , ἐλάττονα κατορθώσειν δι’ ἑαυτοῦ , διὸ τοῖς πράγμασιν αὐξομένοις καταναλίσκεσθαι τὰς πράξεις εἰς ἐκεῖνον ἡγούμενος , ἐβούλετο μὴ χρήματα μηδὲ τρυφὰς καὶ ἀπολαύσεις , ἀλλ’ ἀγῶνας καὶ πολέμους καὶ φιλοτιμίας ἔχουσαν ἀρχὴν παραλαβεῖν .
5.4 πολλοὶ μὲν οὖν περὶ τὴν ἐπιμέλειαν , ὡς εἰκός , ἦσαν αὐτοῦ τροφεῖς καὶ παιδαγωγοὶ καὶ διδάσκαλοι λεγόμενοι , πᾶσι δ’ ἐφειστήκει Λεωνίδας , ἀνὴρ τό τε ἦθος αὐστηρὸς καὶ συγγενὴς Ὀλυμπιάδος , αὐτὸς μὲν οὐ φεύγων τὸ τῆς παιδαγωγίας ὄνομα καλὸν ἔργον ἐχούσης καὶ λαμπρόν , ὑπὸ δὲ τῶν ἄλλων διὰ τὸ ἀξίωμα καὶ τὴν οἰκειότητα τροφεὺς Ἀλεξάνδρου καὶ καθηγητὴς καλούμενος .
5.5 δὲ τὸ σχῆμα τοῦ παιδαγωγοῦ καὶ τὴν προσηγορίαν