25.1 Περὶ δὲ προβλημάτων καὶ λύσεων , ἐκ πόσων τε καὶ ποίων ἂν εἰδῶν εἴη , ὧδ ̓ ἂν θεωροῦσι γένοιτ ̓ ἂν φανερόν .
25.2 Ἐπεὶ γάρ ἐστι μιμητὴς ὁ ποιητής , ὥσπερ ἂν εἰ ζωγράφος ἤ τις ἄλλος εἰκονοποιός , ἀνάγκη μιμεῖσθαι τριῶν ὄντων τὸν ἀριθμὸν ἕν τι ἀεί· ἢ γὰρ οἷα ἦν ἢ ἔστιν , ἢ οἷα φασὶ καὶ δοκεῖ , ἢ οἷα εἶναι δεῖ .
25.3 Ταῦτα δ ̓ ἐξαγγέλλεται λέξει ἢ καὶ γλώτταις καὶ μεταφοραῖς . Καὶ πολλὰ πάθη τῆς λέξεώς ἐστιν·
25.4 δίδομεν γὰρ ταῦτα τοῖς ποιηταῖς . Πρὸς δὲ τούτοις οὐχ ἡ αὐτὴ ὀρθότης ἐστὶ τῆς πολιτικῆς καὶ τῆς ποιητικῆς , οὐδὲ ἄλλης τέχνης καὶ ποιητικῆς .
25.5 Αὐτῆς δὲ τῆς ποιητικῆς διττὴ ἢ ἁμαρτία· ἡ μὲν γὰρ καθ ̓ αὑτήν , ἡ δὲ κατὰ συμβεβηκός .
25.6 Εἰ μὲν γὰρ προείλετο μιμήσασθαι ἀδυναμίαν , αὐτῆς ἡ ἁμαρτία· εἰ δὲ τὸ προελέσθαι μὴ ὀρθῶς , ἀλλὰ τὸν ἵππον ἄμφω τὰ δεξιὰ προβεβληκότα ἢ τὸ καθ ̓ ἑκάστην τέχνην ἁμάρτημα , οἷον τὸ κατ ̓ ἰατρικὴν ἢ ἄλλην τέχνην , ἣ ἀδύνατα πεποίηται , ὁποιανοῦν , οὐ καθ ̓ ἑαυτήν .
25.7 Ὥστε δεῖ τὰ ἐπιτιμήματα ἐν τοῖς προβλήμασιν ἐκ τούτων ἐπισκοποῦντα λύειν . Πρῶτον μέν , ἂν τὰ πρὸς αὐτὴν τὴν τέχνην ἀδύνατα πεποίηται , ἡμάρτηται .
25.8 Ἀλλ ̓ ὀρθῶς ἔχει , εἰ τυγχάνει τοῦ τέλους τοῦ αὑτῆς· τὸ γὰρ τέλος εἴρηται , εἰ οὕτως ἐκπληκτικώτερον ἢ αὐτὸ ἢ ἄλλο ποιεῖ μέρος . Παράδειγμα ἡ τοῦ Ἕκτορος δίωξις .