10.23 μαθητὰς κατ’ ἰδίαν εἶπεν · Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες βλέπετε .
10.24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν , καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν .
10.25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων · Διδάσκαλε , τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω ;
10.26 δὲ εἶπεν πρὸς αὐτόν · Ἐν τῷ νόμῳ τί γέγραπται ; πῶς ἀναγινώσκεις ;
10.27 δὲ ἀποκριθεὶς εἶπεν · Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ʹἐν ὅλῃ τῇ ψυχῇʹ σου καὶ ʹἐν ὅλῃ τῇ ἰσχύϊʹ σου καὶ ʹἐν ὅλῃ τῇ διανοίᾳʹ σου , καὶ τὸν πλησίον σου ὡς σεαυτόν .
10.28 εἶπεν δὲ αὐτῷ · Ὀρθῶς ἀπεκρίθης · τοῦτο ποίει καὶ ζήσῃ .
10.29 δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν · Καὶ τίς ἐστίν μου πλησίον ;
10.30 ὑπολαβὼν δὲ Ἰησοῦς εἶπεν · Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν , οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ .
10.31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ , καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν ·
10.32 ὁμοίως δὲ καὶ Λευίτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν .
10.33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν καὶ ἰδὼν ἐσπλαγχνίσθη ,
10.34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον , ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ .
10.35 καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν ʹδύο δηνάρια ἔδωκενʹ τῷ πανδοχεῖ καὶ εἶπεν · Ἐπιμελήθητι αὐτοῦ , καὶ