8.32 αὐτοῖς .
8.33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους , καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη .
8.34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς .
8.35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν , καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ , καὶ ἐφοβήθησαν .
8.36 ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη δαιμονισθείς .
8.37 καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γερασηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν , ὅτι φόβῳ μεγάλῳ συνείχοντο · αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν .
8.38 ἐδεῖτο δὲ αὐτοῦ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ · ἀπέλυσεν δὲ αὐτὸν λέγων ·
8.39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου , καὶ διηγοῦ ὅσα ʹσοι ἐποίησενʹ θεός . καὶ ἀπῆλθεν καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς .
8.40 ʹἘν δὲʹ τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὄχλος , ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν .
8.41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ὄνομα Ἰάϊρος , καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν , καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ ,
8.42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν . Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν .
8.43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα , ἥτις ʹἰατροῖς προσαναλώσασα ὅλον τὸν βίονʹ οὐκ ἴσχυσεν ἀπ’ οὐδενὸς θεραπευθῆναι ,