4.39 δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς .
4.40 Δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν · δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ʹἐπιτιθεὶς ἐθεράπευενʹ αὐτούς .
4.41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ υἱὸς τοῦ θεοῦ . καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν , ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι .
4.42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον · καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν , καὶ ἦλθον ἕως αὐτοῦ , καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν .
4.43 δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ , ὅτι ἐπὶ τοῦτο ἀπεστάλην .
4.44 καὶ ἦν κηρύσσων ʹεἰς τὰς συναγωγὰσʹ τῆς Ἰουδαίας .