2.27 τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ
2.28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν ·
2.29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου , δέσποτα , κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ ·
2.30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου
2.31 ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν ,
2.32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ .
2.33 καὶ ἦν ʹὁ πατὴρ αὐτοῦʹ καὶ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ .
2.34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ · Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον ,
2.35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία , ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί .
2.36 Καὶ ἦν Ἅννα προφῆτις , θυγάτηρ Φανουήλ , ἐκ φυλῆς Ἀσήρ ( αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς , ζήσασα ʹμετὰ ἀνδρὸς ἔτηʹ ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς ,
2.37 καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων , ) οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν .
2.38 καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἰερουσαλήμ .
2.39 Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον κυρίου , ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ .
2.40 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο ʹπληρούμενον σοφίᾳʹ , καὶ χάρις θεοῦ ἦν ἐπ’ αὐτό .
2.41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα .
2.42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα , ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς