21.19
τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν . καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ · Ἀκολούθει μοι .
21.20
Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα , ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν · Κύριε , τίς ἐστιν ὁ παραδιδούς σε ;
21.21
τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ · Κύριε , οὗτος δὲ τί ;
21.22
λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι , τί πρὸς σέ ; σύ μοι ἀκολούθει .
21.23
ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει . οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’ · Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι , τί πρὸς σέ ;
21.24
Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα , καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν .
21.25
ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς , ἅτινα ἐὰν γράφηται καθ’ ἕν , οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία .