24.92 ἀργυρόπεζα Θέτις · μάλα γὰρ φίλος ἦσθα θεοῖσιν .
24.93 ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομ’ ὤλεσας , ἀλλά τοι αἰεὶ
24.94 πάντας ἐπ’ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν , Ἀχιλλεῦ ,
24.95 αὐτὰρ ἐμοὶ τί τόδ’ ἦδος , ἐπεὶ πόλεμον τολύπευσα ;
24.96 ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
24.97 Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο .
24.98 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
24.99 ἀγχίμολον δέ σφ’ ἦλθε διάκτορος ἀργεϊφόντης ,
24.100 ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων ,
24.101 τὼ δ’ ἄρα θαμβήσαντ’ ἰθὺς κίον , ὡς ἐσιδέσθην .
24.102 ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
24.103 παῖδα φίλον Μελανῆος , ἀγακλυτὸν Ἀμφιμέδοντα ·
24.104 ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων .
24.105 τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο ·
24.106 Ἀμφίμεδον , τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
24.107 πάντες κεκριμένοι καὶ ὁμήλικες ; οὐδέ κεν ἄλλως
24.108 κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους .
24.109 ὔμμ’ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν ,
24.110 ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά ;
24.111 που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ’ ἐπὶ χέρσου
24.112 βοῦς περιταμνομένους ἠδ’ οἰῶν πώεα καλά ,
24.113 ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν ;
24.114 εἰπέ μοι εἰρομένῳ · ξεῖνος δέ τοι εὔχομαι εἶναι .
24.115 οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ ,
24.116 ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
24.117 Ἴλιον εἰς ἅμ’ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν ;
24.118 μηνὶ δ’ ἄρ’ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον ,
24.119 σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον .
24.120 τὸν δ’ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος ·
24.121 Ἀτρεΐδη κύδιστε , ἄναξ ἀνδρῶν Ἀγάμεμνον ,
24.122 μέμνημαι τάδε πάντα , διοτρεφές , ὡς ἀγορεύεις ·
24.123 σοὶ δ’ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω ,