24.1 Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
24.2 ἀνδρῶν μνηστήρων · ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
24.3 καλὴν χρυσείην , τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει
24.4 ὧν ἐθέλει , τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει ·
24.5 τῇ ῥ’ ἄγε κινήσας , ταὶ δὲ τρίζουσαι ἕποντο .
24.6 ὡς δ’ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
24.7 τρίζουσαι ποτέονται , ἐπεί κέ τις ἀποπέσῃσιν
24.8 ὁρμαθοῦ ἐκ πέτρης , ἀνά τ’ ἀλλήλῃσιν ἔχονται ,
24.9 ὣς αἱ τετριγυῖαι ἅμ’ ἤϊσαν · ἦρχε δ’ ἄρα σφιν
24.10 Ἑρμείας ἀκάκητα κατ’ εὐρώεντα κέλευθα .
24.11 πὰρ δ’ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην ,
24.12 ἠδὲ παρ’ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
24.13 ἤϊσαν · αἶψα δ’ ἵκοντο κατ’ ἀσφοδελὸν λειμῶνα ,
24.14 ἔνθα τε ναίουσι ψυχαί , εἴδωλα καμόντων .
24.15 εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
24.16 καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
24.17 Αἴαντός θ’ , ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
24.18 τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλεΐδαο
24.19 ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον · ἀγχίμολον δὲ
24.20 ἤλυθ’ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
24.21 ἀχνυμένη · περὶ δ’ ἄλλαι ἀγηγέραθ’ , ὅσσαι ἅμ’ αὐτῷ
24.22 οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον .
24.23 τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος ·
24.24 Ἀτρεΐδη , περὶ μέν σ’ ἔφαμεν Διὶ τερπικεραύνῳ
24.25 ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα ,
24.26 οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
24.27 δήμῳ ἔνι Τρώων , ὅθι πάσχομεν ἄλγε’ Ἀχαιοί .
24.28 τ’ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
24.29 μοῖρ’ ὀλοή , τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται .
24.30 ὡς ὄφελες τιμῆς ἀπονήμενος , ἧς περ ἄνασσες ,
24.31 δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν ·