22.473 ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν .
22.474 ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν ·
22.475 τοῦ δ’ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
22.476 τάμνον , μήδεά τ’ ἐξέρυσαν , κυσὶν ὠμὰ δάσασθαι ,
22.477 χεῖράς τ’ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ .
22.478 οἱ μὲν ἔπειτ’ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
22.479 εἰς Ὀδυσῆα δόμονδε κίον , τετέλεστο δὲ ἔργον ·
22.480 αὐτὰρ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν ·
22.481 οἶσε θέειον , γρηΰ , κακῶν ἄκος , οἶσε δέ μοι πῦρ ,
22.482 ὄφρα θεειώσω μέγαρον · σὺ δὲ Πηνελόπειαν
22.483 ἐλθεῖν ἐνθάδ’ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί ·
22.484 πάσας δ’ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι .
22.485 τὸν δ’ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
22.486 ναὶ δὴ ταῦτά γε , τέκνον ἐμόν , κατὰ μοῖραν ἔειπες .
22.487 ἀλλ’ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματ’ ἐνείκω ,
22.488 μηδ’ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
22.489 ἕσταθ’ ἐνὶ μεγάροισι · νεμεσσητὸν δέ κεν εἴη .
22.490 τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
22.491 πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω .
22.492 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια ,
22.493 ἤνεικεν δ’ ἄρα πῦρ καὶ θήϊον · αὐτὰρ Ὀδυσσεὺς
22.494 εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν .
22.495 γρηῢς δ’ αὖτ’ ἀπέβη διὰ δώματα κάλ’ Ὀδυσῆος
22.496 ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι ·
22.497 αἱ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι .
22.498 αἱ μὲν ἄρ’ ἀμφεχέοντο καὶ ἠσπάζοντ’ Ὀδυσῆα ,
22.499 καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
22.500 χεῖράς τ’ αἰνύμεναι · τὸν δὲ γλυκὺς ἵμερος ᾕρει