22.261 τοῖς δ’ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς ·
22.262 φίλοι , ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
22.263 μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι , οἳ μεμάασιν
22.264 ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν .
22.265 ὣς ἔφαθ’ , οἱ δ’ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
22.266 ἄντα τιτυσκόμενοι · Δημοπτόλεμον μὲν Ὀδυσσεύς ,
22.267 Εὐρυάδην δ’ ἄρα Τηλέμαχος , Ἔλατον δὲ συβώτης ,
22.268 Πείσανδρον δ’ ἄρ’ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ .
22.269 οἱ μὲν ἔπειθ’ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας ,
22.270 μνηστῆρες δ’ ἀνεχώρησαν μεγάροιο μυχόνδε ·
22.271 τοὶ δ’ ἄρ’ ἐπήϊξαν , νεκύων δ’ ἐξ ἔγχε’ ἕλοντο .
22.272 αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
22.273 ἱέμενοι · τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη .
22.274 τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
22.275 βεβλήκειν , ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν ·
22.276 ἄλλου δ’ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια .
22.277 Ἀμφιμέδων δ’ ἄρα Τηλέμαχον βάλε χεῖρ’ ἐπὶ καρπῷ
22.278 λίγδην , ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός .
22.279 Κτήσιππος δ’ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
22.280 ὦμον ἐπέγραψεν · τὸ δ’ ὑπέρπτατο , πῖπτε δ’ ἔραζε .
22.281 τοὶ δ’ αὖτ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην ,
22.282 μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα .
22.283 ἔνθ’ αὖτ’ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς ,
22.284 Ἀμφιμέδοντα δὲ Τηλέμαχος , Πόλυβον δὲ συβώτης ·
22.285 Κτήσιππον δ’ ἄρ’ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
22.286 βεβλήκει πρὸς στῆθος , ἐπευχόμενος δὲ προσηύδα ·
22.287 Πολυθερσεΐδη φιλοκέρτομε , μή ποτε πάμπαν
22.288 εἴκων ἀφραδίῃς μέγα εἰπεῖν , ἀλλὰ θεοῖσιν
22.289 μῦθον ἐπιτρέψαι , ἐπεὶ πολὺ φέρτεροί εἰσι .
22.290 τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον , ὅν ποτ’ ἔδωκας
22.291 ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτ’ ἀλητεύοντι .