22.202 βήτην εἰς Ὀδυσῆα δαΐφρονα , ποικιλομήτην .
22.203 ἔνθα μένος πνείοντες ἐφέστασαν , οἱ μὲν ἐπ’ οὐδοῦ
22.204 τέσσαρες , οἱ δ’ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί .
22.205 τοῖσι δ’ ἐπ’ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη ,
22.206 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν .
22.207 τὴν δ’ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε ·
22.208 Μέντορ , ἄμυνον ἀρήν , μνῆσαι δ’ ἑτάροιο φίλοιο ,
22.209 ὅς σ’ ἀγαθὰ ῥέζεσκον · ὁμηλικίην δέ μοί ἐσσι .
22.210 ὣς φάτ’ , ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην .
22.211 μνηστῆρες δ’ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι ·
22.212 πρῶτος τήν γ’ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος ·
22.213 Μέντορ , μή σ’ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
22.214 μνηστήρεσσι μάχεσθαι , ἀμυνέμεναι δέ οἱ αὐτῷ .
22.215 ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω ·
22.216 ὁππότε κεν τούτους κτέωμεν , πατέρ’ ἠδὲ καὶ υἱόν ,
22.217 ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι , οἷα μενοινᾷς
22.218 ἔρδειν ἐν μεγάροις · σῷ δ’ αὐτοῦ κράατι τίσεις .
22.219 αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ ,
22.220 κτήμαθ’ ὁπόσσα τοί ἐστι , τά τ’ ἔνδοθι καὶ τὰ θύρηφι ,
22.221 τοῖσιν Ὀδυσσῆος μεταμίξομεν · οὐδέ τοι υἷας
22.222 ζώειν ἐν μεγάροισιν ἐάσομεν , οὐδέ θύγατρας
22.223 οὐδ’ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν .
22.224 ὣς φάτ’ , Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον ,
22.225 νείκεσσεν δ’ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν ·
22.226 οὐκέτι σοί γ’ , Ὀδυσεῦ , μένος ἔμπεδον οὐδέ τις ἀλκή
22.227 οἵη ὅτ’ ἀμφ’ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ ,
22.228 εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί ,
22.229 πολλοὺς δ’ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι ,
22.230 σῇ δ’ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια .