22.58 χαλκόν τε χρυσόν τ’ ἀποδώσομεν , εἰς κε σὸν κῆρ
22.59 ἰανθῇ · πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι .
22.60 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
22.61 Εὐρύμαχ’ , οὐδ’ εἴ μοι πατρώϊα πάντ’ ἀποδοῖτε ,
22.62 ὅσσα τε νῦν ὔμμ’ ἐστὶ καὶ εἴ ποθεν ἄλλ’ ἐπιθεῖτε ,
22.63 οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
22.64 πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι .
22.65 νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
22.66 φεύγειν , ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ ·
22.67 ἀλλά τιν’ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον .
22.68 ὣς φάτο , τῶν δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ .
22.69 τοῖσιν δ’ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις ·
22.70 φίλοι , οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους ,
22.71 ἀλλ’ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην ,
22.72 οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται , εἰς κε πάντας
22.73 ἄμμε κατακτείνῃ · ἀλλὰ μνησώμεθα χάρμης .
22.74 φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
22.75 ἰῶν ὠκυμόρων · ἐπὶ δ’ αὐτῷ πάντες ἔχωμεν
22.76 ἀθρόοι , εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων ,
22.77 ἔλθωμεν δ’ ἀνὰ ἄστυ , βοὴ δ’ ὤκιστα γένοιτο ·
22.78 τῷ κε τάχ’ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο .
22.79 ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
22.80 χάλκεον , ἀμφοτέρωθεν ἀκαχμένον , ἆλτο δ’ ἐπ’ αὐτῷ
22.81 σμερδαλέα ἰάχων · δ’ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
22.82 ἰὸν ἀποπροίει , βάλε δὲ στῆθος παρὰ μαζόν ,
22.83 ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος · ἐκ δ’ ἄρα χειρὸς
22.84 φάσγανον ἧκε χαμᾶζε , περιρρηδὴς δὲ τραπέζῃ
22.85 κάππεσεν ἰδνωθείς , ἀπὸ δ’ εἴδατα χεῦεν ἔραζε