21.323 ἀλλ’ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν ,
21.324 μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
21.325 πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
21.326 μνῶνται , οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν ·
21.327 ἀλλ’ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
21.328 ῥηϊδίως ἐτάνυσσε βιόν , διὰ δ’ ἧκε σιδήρου .
21.329 ὣς ἐρέουσ’ , ἡμῖν δ’ ἂν ἐλέγχεα ταῦτα γένοιτο .
21.330 τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
21.331 Εὐρύμαχ’ , οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
21.332 ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
21.333 ἀνδρὸς ἀριστῆος · τί δ’ ἐλέγχεα ταῦτα τίθεσθε ;
21.334 οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ’ εὐπηγής ,
21.335 πατρὸς δ’ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός .
21.336 ἀλλ’ ἄγε οἱ δότε τόξον ἐΰξοον , ὄφρα ἴδωμεν .
21.337 ὧδε γὰρ ἐξερέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται ·
21.338 εἴ κέ μιν ἐντανύσῃ , δώῃ δέ οἱ εὖχος Ἀπόλλων ,
21.339 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά ,
21.340 δώσω δ’ ὀξὺν ἄκοντα , κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν ,
21.341 καὶ ξίφος ἄμφηκες · δώσω δ’ ὑπὸ ποσσὶ πέδιλα ,
21.342 πέμψω δ’ ὅππη μιν κραδίη θυμός τε κελεύει .
21.343 τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
21.344 μῆτερ ἐμή , τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
21.345 κρείσσων , κ’ ἐθέλω , δόμεναί τε καὶ ἀρνήσασθαι ,
21.346 οὔθ’ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν ,
21.347 οὔθ’ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο ·
21.348 τῶν οὔ τίς μ’ ἀέκοντα βιήσεται , αἴ κ’ ἐθέλωμι
21.349 καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι .
21.350 ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε ,