21.206 ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν ·
21.207 ἔνδον μὲν δὴ ὅδ’ αὐτὸς ἐγώ , κακὰ πολλὰ μογήσας
21.208 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν .
21.209 γιγνώσκω δ’ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
21.210 οἴοισι δμώων · τῶν δ’ ἄλλων οὔ τευ ἄκουσα
21.211 εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ’ ἱκέσθαι .
21.212 σφῶϊν δ’ , ὡς ἔσεταί περ , ἀληθείην καταλέξω .
21.213 εἴ χ’ ὑπ’ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς ,
21.214 ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματ’ ὀπάσσω
21.215 οἰκία τ’ ἐγγὺς ἐμεῖο τετυγμένα · καί μοι ἔπειτα
21.216 Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον .
21.217 εἰ δ’ ἄγε δή , καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω ,
21.218 ὄφρα μ’ ἐῢ γνῶτον πιστωθῆτόν τ’ ἐνὶ θυμῷ ,
21.219 οὐλήν , τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
21.220 Παρνησόνδ’ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο .
21.221 ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς .
21.222 τὼ δ’ ἐπεὶ εἰσιδέτην εὖ τ’ ἐφράσσαντο ἕκαστα ,
21.223 κλαῖον ἄρ’ ἀμφ’ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε ,
21.224 καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
21.225 ὣς δ’ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε .
21.226 καί νύ κ’ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο ,
21.227 εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε ·
21.228 παύεσθον κλαυθμοῖο γόοιό τε , μή τις ἴδηται
21.229 ἐξελθὼν μεγάροιο , ἀτὰρ εἴπῃσι καὶ εἴσω .
21.230 ἀλλὰ προμνηστῖνοι ἐσέλθετε , μηδ’ ἅμα πάντες ,
21.231 πρῶτος ἐγώ , μετὰ δ’ ὔμμες · ἀτὰρ τόδε σῆμα τετύχθω ·
21.232 ἄλλοι μὲν γὰρ πάντες , ὅσοι μνηστῆρες ἀγαυοί ,
21.233 οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην ·
21.234 ἀλλὰ σύ , δῖ’ Εὔμαιε , φέρων ἀνὰ δώματα τόξον
21.235 ἐν χείρεσσιν ἐμοὶ θέμεναι , εἰπεῖν τε γυναιξὶ