20.322 φίλοι , οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
20.323 ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι ·
20.324 μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν’ ἄλλον
20.325 δμώων , οἳ κατὰ δώματ’ Ὀδυσσῆος θείοιο .
20.326 Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
20.327 ἤπιον , εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν .
20.328 ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
20.329 νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε ,
20.330 τόφρ’ οὔ τις νέμεσις μενέμεν τ’ ἦν ἰσχέμεναί τε
20.331 μνηστῆρας κατὰ δώματ’ , ἐπεὶ τόδε κέρδιον ἦεν ,
20.332 εἰ νόστησ’ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα ·
20.333 νῦν δ’ ἤδη τόδε δῆλον , τ’ οὐκέτι νόστιμός ἐστιν .
20.334 ἀλλ’ ἄγε , σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον ,
20.335 γήμασθ’ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν ,
20.336 ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι ,
20.337 ἔσθων καὶ πίνων , δ’ ἄλλου δῶμα κομίζῃ .
20.338 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
20.339 οὐ μὰ Ζῆν’ , Ἀγέλαε , καὶ ἄλγεα πατρὸς ἐμοῖο ,
20.340 ὅς που τῆλ’ Ἰθάκης ἔφθιται ἀλάληται ,
20.341 οὔ τι διατρίβω μητρὸς γάμον , ἀλλὰ κελεύω
20.342 γήμασθ’ κ’ ἐθέλῃ , ποτὶ δ’ ἄσπετα δῶρα δίδωμι .
20.343 αἰδέομαι δ’ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
20.344 μύθῳ ἀναγκαίῳ · μὴ τοῦτο θεὸς τελέσειεν .
20.345 ὣς φάτο Τηλέμαχος · μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
20.346 ἄσβεστον γέλω ὦρσε , παρέπλαγξεν δὲ νόημα .
20.347 οἱ δ’ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν ,
20.348 αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον · ὄσσε δ’ ἄρα σφέων
20.349 δακρυόφιν πίμπλαντο , γόον δ’ ὠΐετο θυμός .
20.350 τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής ·