20.203 μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν .
20.204 ἴδιον , ὡς ἐνόησα , δεδάκρυνται δέ μοι ὄσσε
20.205 μνησαμένῳ Ὀδυσῆος , ἐπεὶ καὶ κεῖνον ὀΐω
20.206 τοιάδε λαίφε’ ἔχοντα κατ’ ἀνθρώπους ἀλάλησθαι ,
20.207 εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο .
20.208 εἰ δ’ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν ,
20.209 μοι ἔπειτ’ Ὀδυσῆος ἀμύμονος , ὅς μ’ ἐπὶ βουσὶν
20.210 εἷσ’ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ .
20.211 νῦν δ’ αἱ μὲν γίγνονται ἀθέσφατοι , οὐδέ κεν ἄλλως
20.212 ἀνδρί γ’ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων ·
20.213 τὰς δ’ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
20.214 ἔδμεναι · οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν ,
20.215 οὐδ’ ὄπιδα τρομέουσι θεῶν · μεμάασι γὰρ ἤδη
20.216 κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος .
20.217 αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
20.218 πόλλ’ ἐπιδινεῖται · μάλα μὲν κακὸν υἷος ἐόντος
20.219 ἄλλων δῆμον ἱκέσθαι ἰόντ’ αὐτῇσι βόεσσιν ,
20.220 ἄνδρας ἐς ἀλλοδαπούς · τὸ δὲ ῥίγιον , αὖθι μένοντα
20.221 βουσὶν ἐπ’ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν .
20.222 καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
20.223 ἐξικόμην φεύγων , ἐπεὶ οὐκέτ’ ἀνεκτὰ πέλονται ·
20.224 ἀλλ’ ἔτι τὸν δύστηνον ὀΐομαι , εἴ ποθεν ἐλθὼν
20.225 ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ .
20.226 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
20.227 βουκόλ’ , ἐπεὶ οὔτε κακῷ οὔτ’ ἄφρονι φωτὶ ἔοικας ,
20.228 γιγνώσκω δὲ καὶ αὐτὸς τοι πινυτὴ φρένας ἵκει ,
20.229 τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι ·
20.230 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
20.231 ἱστίη τ’ Ὀδυσῆος ἀμύμονος , ἣν ἀφικάνω ,
20.232 σέθεν ἐνθάδ’ ἐόντος ἐλεύσεται οἴκαδ’ Ὀδυσσεύς ·