20.58 κλαῖε δ’ ἄρ’ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν .
20.59 αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν ,
20.60 Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν ·
20.61 Ἄρτεμι , πότνα θεά , θύγατερ Διός , αἴθε μοι ἤδη
20.62 ἰὸν ἐνὶ στήθεσσι βαλοῦσ’ ἐκ θυμὸν ἕλοιο
20.63 αὐτίκα νῦν , ἔπειτα μ’ ἀναρπάξασα θύελλα
20.64 οἴχοιτο προφέρουσα κατ’ ἠερόεντα κέλευθα ,
20.65 ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο .
20.66 ὡς δ’ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι ·
20.67 τῇσι τοκῆας μὲν φθῖσαν θεοί , αἱ δ’ ἐλίποντο
20.68 ὀρφαναὶ ἐν μεγάροισι , κόμισσε δὲ δῖ’ Ἀφροδίτη
20.69 τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ ·
20.70 Ἥρη δ’ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
20.71 εἶδος καὶ πινυτήν , μῆκος δ’ ἔπορ’ Ἄρτεμις ἁγνή ,
20.72 ἔργα δ’ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι .
20.73 εὖτ’ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον ,
20.74 κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο
20.75 ἐς Δία τερπικέραυνον , γάρ τ’ εὖ οἶδεν ἅπαντα ,
20.76 μοῖράν τ’ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων
20.77 τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
20.78 καί ῥ’ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν ·
20.79 ὣς ἔμ’ ἀϊστώσειαν Ὀλύμπια δώματ’ ἔχοντες ,
20.80 ἠέ μ’ ἐϋπλόκαμος βάλοι Ἄρτεμις , ὄφρ’ Ὀδυσῆα
20.81 ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην ,
20.82 μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα .
20.83 ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν , ὁππότε κέν τις
20.84 ἤματα μὲν κλαίῃ , πυκινῶς ἀκαχήμενος ἦτορ ,
20.85 νύκτας δ’ ὕπνος ἔχῃσιν γάρ τ’ ἐπέλησεν ἁπάντων ,
20.86 ἐσθλῶν ἠδὲ κακῶν , ἐπεὶ ἄρ βλέφαρ’ ἀμφικαλύψῃ
20.87 αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ’ ἐπέσσευεν κακὰ δαίμων .
20.88 τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ ,